TLG 1377 003 :: FAVORINUS :: Fragmenta

FAVORINUS Phil. Rhet.
(Arelatensis: A.D. 2)

Fragmenta

Source: Barigazzi, A. (ed.), Favorino di Arelate. Opere. Florence: Monnier, 1966: 152–161, 163–166, 171, 174, 179–186, 190–191, 193–194, 196–207, 216–219, 221–239, 241, 375–409, 525–526, 528–551.

  • fr. 7: Περὶ τῆς δημώδους σωφροσύνης
  • fr. 8: Περὶ εὐχῆς
  • frr. 9–17: Περὶ γήρως
  • frr. 18–21: Περὶ Σωκράτους καὶ τῆς κατ’ αὐτὸν ἐρωτικῆς τέχνης
  • fr. 25: Περὶ ἰδεῶν
  • fr. 27: Πυρρωνείων τρόπων ιʹ
  • fr. 28: Plutarchus sive de Academiae ratione
  • fr. 29: Περὶ τῆς καταληπτικῆς φαντασίας
  • fr. 30: Ad Epictetum
  • fr. 31: Alcibiades
  • frr. 32–51: Memorabilia
  • frr. 53–93: Omnigena historia
  • fr. 96: De fuga (P. Vat. gr. 11)
  • frr. 97–141: Fragmenta incertae sedis 001–002)

Citation: Fragment — (line)

7

Phryn., ecl. § 232, p. 324 Rutherford (p. 260 Lobeck) πλό‐ κιον· ἐπὶ ὑποθέσεως πεπλεγμένης οἱ εἰκαῖοι τιθέασι. θαυμάζω οὖν πῶς ὁ πρῶτος δόξας τῶν Ἑλλήνων εἶναι Φαβωρῖνος ἐχρῆτο
ἐν συγγράμματι ἐπιγραφομένῳ Περὶ τῆς δημώδους σωφροσύνης.152

8

Phrynich., ecl. § 220, p. 315 Ruth. (p. 244 Lobeck) δι‐ δοῦσιν· ἐν τῷ Περὶ εὐχῆς Φαβωρῖνος οὕτω λέγει, δέον δι‐
δόασι· τὸ γὰρ διδοῦσιν ἄλλο τι σημαίνει[, τὸ δεῖν].153

9

πολύς τοι μόχθος ἐν μακρῷ χρόνῳ154

10

Ἐρατοσθένης ὁ Κυρηναῖος τῆς ἡλικίας ἔφη τὸ μὲν ἀκμάζον ἔαρ εἶναι, θέρος δὲ καὶ μετόπωρον τὸ μετὰ τὴν ἀκμήν, χειμῶνα
δὲ τὸ γῆρας.155

11

τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι τῶν κακῶν· εἰς αὐτὸ γοῦν πάντα
καταφεύγειν.156

12

Οὐδὲ γὰρ τοῦτο ἐάσω ἄρρητον, ὅτι καὶ Πλάτωνι καὶ Πυθαγόρᾳ δοκεῖ τὸ γῆρας οὐκ ἐπ’ ἐξόδῳ τοῦ βίου εἶναι, ἀλλ’ ἐπ’ ἀρχῇ μα‐ καρίας ζωῆς.

13

Ἡδονῆς γὰρ ὁ μὲν ἑκὼν εἰργόμενος σοφός, ὁ δὲ μὴ δεόμενος μακάριος. τὸ δὲ γῆρας πρὸς ἀμφότερα ἐπιτήδειον· καὶ γὰρ φρονι‐
μωτέρους τοὺς ἀνθρώπους ἀπεργάζεται καὶ τῶν ἡδέων ἀμελεστέρους.157

14

Ἄξιον δέ ἐστιν εἰς τὸν περὶ τῆς ἡδονῆς λόγον προελθόντα μηδὲ ἐκείνην ἀμνημόνευτον ἐᾶσαι, τὴν παρὰ πᾶσι τοῖς νοῦν ἔχουσιν εὐδο‐ κιμοῦσαν, ἣν ἡδονὴν ὀνομάζουσι καὶ χαρὰν καὶ τέρψιν· περιγίνεται δ’ ἐκ τῶν καλῶν μαθημάτων καὶ τῶν ἐνδόξων κατορθωμάτων. ἀμφο‐
5τέρων δὲ τούτων ὑπάρχει τῷ γέροντι πρὸς ἑαυτὸν ἀναμιμνήσκεσθαι καὶ καθάπερ κτήμασι τέρπεσθαι, λογιζόμενον ὅτι ἡ τύχη, ἡ πάν‐
των κυρία, ταῦτα ἄκυρός ἐστιν ἀφελέσθαι.158

15

Ὁ Βοιωτὸς ἐντυχὼν θησαυρῷ μετὰ ἑβδομήκοντα ἔτη ἐπάρας τὸ σκέλος ἀπεματάισε καὶ παρῆλθεν, ὡς οὐκέτι οὐδὲν ὄντα πρὸς αὐτόν. ὥστε καὶ πολυχρηματίας ἄμα παύει τὸ γῆρας καὶ πολυπραγ‐
μοσύνης.159

16

Ὅτι παραπλήσια τοῖς μετοικιζομένοις πάσχομεν. καὶ γὰρ ἐκείνων οἱ μὲν εὐγνώμονες ταχέως ἐξίασιν, οἱ δὲ μὴ βουλόμενοι
πρὸς βίαν.160

17

Θεόδωρος μὲν γὰρ ὁ Κυρηναῖος οὐδεμίαν ἱκανὴν πρόφασιν ἔφα‐ σκεν εἶναι τῷ σοφῷ πρὸς τὴν τοῦ βίου κατάλυσιν· καὶ τό γε ἀκό‐ λουθον οὕτως ἠρώτα· τὸ γὰρ καταφρονοῦντα τῶν ἀνθρωπείων συμπτωμάτων ἀπωστὸν ὑπ’ αὐτῶν ἐκ τοῦ βίου γίγνεσθαι πῶς οὐχ
5ὑπεναντίον τῷ μόνον μὲν τὸ καλὸν ἀγαθόν, μόνον δὲ τὸ αἰσχρὸν
κακὸν εἰρηκότι;161

18

Πάθος τί μοι προσέπεσε τῇ ψυχῇ, καὶ τί μέν ἐστιν οὐκ οἶδα· ἔρωτα δὲ αὐτὸ λέγουσιν εἶναι οἱ μεμυημένοι. βάσκανε δαῖμον καὶ ἀλόγιστε, ἀσθενεῖ προσελήλυθας σώματι φέρειν σε μὴ δυναμένῳ· ἐξίσταμαί σοι, δαῖμον, παραχωρῶ σοι τῆς μάχης· οὐκ εἰμί σου
5στρατιώτης.163

19

Ἡ φύσις ἢ ἑστῶσα σῴζεται ἢ φερομένη· [ἡ] ἑστῶσα μὲν ἐξ ἀθανασίας, φερομένη δὲ ἐξ ἐπιγονῆς. πρὸς ταῦτα γελοῖος ἂν φανείη ὁ Ἀνακρέων καὶ μικρολόγος τῷ παιδὶ μεμφόμενος ὅτι τῆς κόμης ἀπεκείρατο, λέγων ταῦτα·
5
ἀπέκειρας δ’ ἁπαλῆς κόμης ἄμωμον ἄνθος. ἀλλ’, ὦ Ἀνάκρεον, μικρὸν ἐπίμεινον, καὶ ὄψει πάντα ἀποκεκαρμένα· ἀποκεκαρμένην μὲν τὴν τῶν ὀμμάτων αὐγήν, ἀποκεκαρμένην δὲ τὴν τοῦ μετώπου χάριν ἀτεχνῶς κατὰ τὸν Ὅμηρον·
κάρψε μέν οἱ χρόα καλὸν ἐπὶ γναμπτοῖσι μέλεσσιν,
10
ξανθὰς δ’ ἐκ κεφαλῆς ὄλεσεν τρίχας· ἀμφὶ δὲ δέρμα
πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος. ταῦτα δ’ Ἀθηνᾶ μὲν διέθηκε τὸν Ὀδυσσέα, ὁ δὲ χρόνος πάντας τοὺς καλούς. εἶτα Ὀδυσσεὺς μὲν ἀναλήψεται καὶ σάρκας καὶ κό‐ μην καὶ χρῶμα· σὺ δέ, ὦ καλὲ παίδων, ἐπειδὰν ἅπαξ ταῦτα ἀπο‐
15βάλῃς, οὐκ ἔστι σοι πάλιν ἀνηβῆσαι.164

20

Ἔτι καὶ νῦν Σωκράτης καλός· Ἀλκιβιάδην δὲ καὶ ζῶντα ἐπι‐ λελοίπει τὸ κάλλος, καὶ πολλοὶ κατόπιν τῆς ὥρας ἀφιγμένον, ἔνιοι δὲ καὶ τῶν τεθεαμένων αὐτὸν καὶ νέον, ὁρῶντες ἐζήτουν τὸν Ἀλκι‐
βιάδην.165

21

Ἱκανὸν μὲν οὖν ἴσως καὶ τὸ τῆς ὄψεως· ἂν δὲ ὁ καλὸς καὶ αἱμύ‐ λος ᾖ καὶ λεκτικός—λέγε, ὦ νεανίσκε· λέγε, Ἀντίλοχε· γλυκερώ‐ τερον Νέστορος ἐρεῖς· λέγε, Τηλέμαχε· σφοδρότερον Ὀδυσσέως ἐρεῖς· λέγε, Ἀλκιβιάδη· κἂν μεθύῃς, ἀκουσόμεθα τοῦ μεθύοντος
5ἡδέως. τοιοῦτόν ἐστι τὸ καλὸν εἶναι· εὐφραίνει μὲν βλεπόμενος, εὐφραίνει δὲ ἀκουόμενος. εἰ δέ τῳ κατὰ Πλάτωνα τὸ θάρρος ἦν, εἶπον ἂν ὅτι καὶ πάσας τὰς αἰσθήσεις ὁ καλὸς εὐφραίνει καὶ οὐκ ἂν ἔδεισα τὴν εὐωχίαν τὴν τῶν καλῶν. τί γὰρ ἄλλο ποιοῦσιν οἱ τῷ στό‐ ματι ψαύοντες; συνάπτουσι τὰς ψυχάς. εἰ γὰρ θέμις ἦν τὸ σῶμα
10ὑπερβῆναι· νῦν δὲ ἐοίκασιν περὶ τὸ στόμα λιπαρεῖν ὡς περὶ θύρας.166

25

Phrynich., ecl. § 223, p. 318 Ruth. (p. 248 Lobeck) σύμ‐ πτωμα πολλάκις εὗρον κείμενον παρὰ Φαβωρίνῳ ἐν τῷ Περὶ ἰδεῶν λόγῳ, πόθεν δὲ λαβὼν ἔθηκεν, οὐκ οἷδα. χρὴ οὖν συντυχίαν λέγειν ἢ λύσαντας οὕτω· συνέπεσεν αὐτῷ τόδε γενέσθαι. Δημοσθένης μέν‐
5τοι ἐν τῷ κατὰ Διονυσοδώρου ἅπαξ εἴρηκε τοὔνομα.171

27

Philostr., vit. Soph. I, 8 (post verba quae sub titulo operis protulimus) τοὺς γὰρ Πυρρωνείους ἐφεκτικοὺς ὄντας οὐκ ἀφαι‐
ρεῖται (sc. Favorinus) καὶ τὸ δικάζειν δύνασθαι.174

28

(l)

Galeni περὶ ἀρίστης διδασκαλίας.

28,1

Τὴν εἰς ἐκάτερα ἐπιχείρησιν ἀρίστην εἶναι διδασκαλίαν ὁ Φαβωρῖνός φησιν. ὀνομάζουσι δ’ οὕτως οἱ Ἀκαδημαϊκοὶ καθ’ ἣν τοῖς ἀντικειμένοις συναγορεύουσιν. οἱ μὲν οὖν παλαιότεροι τελευ‐ τᾶν αὐτὴν εἰς ἐποχὴν ὑπολαμβάνουσιν, ἐποχὴν καλοῦντες τὴν ὡς
5ἂν εἴποι τις ἀοριστίαν, ὅπερ ἐστὶ περὶ μηδενὸς πράγματος ὁρίσασθαι μηδ’ ἀποφήνασθαι βεβαίως· οἱ νεώτεροι δέ, οὐ γὰρ μόνος ὁ Φαβω‐ ρῖνος, ἐνίοτε μὲν εἰς τοσοῦτον προάγουσι τὴν ἐποχήν, ὡς μηδὲ τὸν ἥλιον ὁμολογεῖν εἶναι καταληπτόν, ἐνίοτε δ’ εἰς τοσοῦτον τὴν γνῶ‐ σιν, ὡς καὶ τοῖς μαθηταῖς ἐπιτρέπειν αὐτὴν ἄνευ τοῦ διδαχθῆναι
10πρότερον ἐπιστημονικὸν κριτήριον. οὐδὲ γὰρ ἄλλο τί ἐστιν ὃ Φα‐ βωρῖνος εἴρηκεν ἐν τῷ ‘Περὶ τῆς Ἀκαδημαϊκῆς διαθέσεωσ‘, ὃ ‘Πλούταρχοσ‘ ἐπιγέγραπται. λέγει δὲ 〈τ〉αὐτὸ〈ν〉 ἐν τῷ ‘Πρὸς Ἐπίκτητον‘, ἐν ᾧ δῆθέν ἐστιν Ὀνήσιμος ὁ Πλουτάρχου δοῦλος Ἐπικτήτῳ διαλεγόμενος. καὶ μέντοι κἀν τῷ μετὰ ταῦτα γραφέν‐
15τι βιβλίῳ, τῷ ‘Ἀλκιβιάδῃ‘, καὶ τοὺς ἄλλους [τοὺς] Ἀκαδημαϊκοὺς ἐπαινεῖ συναγορεύοντας μὲν ἑκατέρῳ τῶν ἀντικειμένων ἀλλήλοις λόγων, ἐπιτρέποντας δὲ τοῖς μαθηταῖς αἱρεῖσθαι τοὺς ἀληθεστέ‐ ρους. ἀλλ’ ἐν τούτῳ μὲν εἴρηκε πιθανὸν ἑαυτῷ φαίνεσθαι μηδὲν εἶναι καταληπτόν, ἐν δὲ τῷ Πλουτάρχῳ συγχωρεῖν ἔοικεν εἶναί
20τι βεβαίως γνωστόν. ἄμεινον γὰρ οὕτως ὀνομάζειν τὸ καταληπτὸν ἀποχωροῦντας ὀνόματος Στωικοῦ. καὶ ἔγωγ’ ἐθαύμαζον νὴ τοὺς θεούς, ὅπως ὁ Φαβωρῖνος εἰς τὴν τῶν Ἀττικῶν φωνὴν εἰωθὼς μεταλαμβάνειν ἕκαστα τῶν ὀνομάτων οὐ παύεται λέγων οὔτε τὸ καταληπτὸν οὔτε τὴν κατάληψιν οὔτε τὴν καταληπτικὴν φαντασίαν
25οὔτε τὰ τούτοις ἀντικείμενα, οἷον στερητικῶς λεγόμενα, 〈τὴν〉
ἀκατάληπτον φαντασίαν ἢ τὴν ἀκαταληψίαν αὐτήν· ὥστε καὶ τρία βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανόν, ἕτερον δὲ πρὸς Δρύσωνα καὶ τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα ‘Περὶ τῆς καταληπτικῆς φαντα‐ σίασ‘ ἐπέγραψε, καὶ καθ’ ὅλα γε αὐτὰ γενναίως ἀγωνίζεται πειρώ‐179
30μενος ἐπιδεικνύναι τὴν καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.

28,2

Ἐγὼ δὲ οὔτ’ ἄλλο τι 〈τὸ〉 καταληπτὸν ἡγοῦμαι σημαίνειν παρὰ τὸ βεβαίως γνωστὸν οὔτ’ ἄλλο τι τὸ καταλαμβάνεσθαι τοῦ βεβαίως γιγνώσκειν, ἀνάλογον δ’ αὐτοῖς λέγεσθαι τήν τε κατάληψιν καὶ τὴν καταληπτικὴν φαντασίαν. ἐπειδὴ γὰρ ἔνια μὲν οἰόμεθα
5βλέπειν ἢ ἀκούειν ἢ ὅλως αἰσθάνεσθαι, καθάπερ ἐν ὀνείροις καὶ μανίαις, ἔνια δ’ οὐκ οἰόμεθα μόνον ἀλλὰ καὶ κατ’ ἀλήθειαν ὁρῶμεν ἢ ὅλως αἰσθανόμεθα, ταυτὶ μὲν τὰ δεύτερα πάντες ἄνθρωποι πλὴν Ἀκαδημαϊκῶν τε καὶ Πυρρωνείων εἰς βεβαίαν γνῶσιν ἥκειν νομίζου‐ σιν, ἃ δ’ ὄναρ ἢ παραπαιόντων ἡ ψυχὴ φαντάζεται, ψευδῆ πάνθ’
10ὑπάρχειν. εἰ μὲν δὴ συγχωροῦσιν αὐτὸ τοῦθ’ οὕτως ἔχειν, ἐξαλει‐ ψάτωσαν ἐν οἷς γράφουσιν μήτε τοῦ μαινομένου τὸν σωφρονοῦντα μήτε τοῦ νοσοῦντος τὸν ὑγιαίνοντα μήτε τοῦ κοιμωμένου τὸν ἐγρη‐ γορότα πιστότερον ὑπάρχειν εἰς τὴν τῶν πραγμάτων γνῶσιν. εἰ δ’ οὐδὲν μᾶλλον ἐκείνοις ἐστὶν ἢ τοῖς ἐναντίως διακειμένοις γνω‐
15στόν, συγκέχυται μὲν δήπου τὰ τῆς ἀληθείας κριτήρια 〈καὶ〉 οὐτ’ αὐτὸς ὁ διδάσκαλος ὁ Ἀκαδημαϊκὸς οὔθ’ ὁ μαθητὴς αὐτοῦ δυνή‐ σεται κρῖναι τοὺς εἰς ἑκάτερα τῶν ἀντικειμένων εἰρημένους λόγους. ἔτι δὲ οὐ δεησόμεθα τὴν ἀρχὴν ἡμεῖς τοιούτων διδασκάλων, δυνάμενοί γε καὶ αὐτοὶ τὰ γεγραμμένα τοῖς ἀπὸ τῶν αἱρέσεων ἀναγιγνώσκειν
20καὶ οὐδὲν ἧττον τῶν Ἀκαδημαϊκῶν εἰδέναι, κἂν ἀσαφὲς αὐτῶν τι ᾖ, τὸ μὲν παρὰ τῷ Χρυσίππῳ τοῖς Στωικοῖς διδασκάλοις ἀσφαλέ‐ στερον ἀναφέρειν ἐστί, τὸ δὲ παρὰ Θεοφράστῳ καὶ Ἀριστοτέλει τοῖς Περιπατητικοῖς. οὕτω δὲ κἀπὶ τῶν ἄλλων, ὥστε οὐδὲν ἄν τι λείποιτο πρὸς διδασκαλίαν τοῖς Ἀκαδημαϊκοῖς, 〈ὅσ〉ον ἐπὶ τῷ
25Φαβωρίνου λόγῳ. τοῖς μὲν γὰρ πρεσβυτέροις αὐτὸ δὴ τοῦτο ἦν δίδαγμα, τὸ μηδὲν εἶναι κριτήριον ἀνθρώπῳ δεδομένον ὑπὸ τῆς φύσεως, ᾧ παραβάλλων ἕκαστον τῶν ὄντων ἀκριβῶς διαγνώσεται· διὸ μηδ’ ἀποφήνασθαι περὶ μηδενὸς ἠξίουν ἀλλὰ περὶ πάντων ἐπέχειν.
Ἀλλ’ εἰ δὴ τοῖς φυσικοῖς κριτηρίοις αἴσθησιν ἱκανῶς συγχω‐180
30ρήσουσιν ἡμῖν, οὐδὲν ἔτι δεησόμεθα τῆς εἰς ἑκάτερα ἐπιχειρήσεως, ἀλλ’ ἑτέρου τινός· ἀπαιτήσεις μᾶλλον μὲν τοὺς τεχνίτας, παρέχον‐ τας τοῖς μαθηταῖς, εὐθέως [ἀλλ’ ἑτέρου] τὸ λογίζεσθαι, τὸ καλού‐ μενον ὑπὸ τῶν πολλῶν ψηφίζειν. τοῦτο δ’ ἔστι 〈...〉 ἐπιστατεῖ τῷ γυμναζομένῳ καὶ τούτοις προσέχων τὸν νοῦν ἐν οἷς σφάλλεται καὶ
35ταῦτα ἐπανορθούμενος μόνα. παραπλησίως δὲ καὶ ὁ παιδοτρίβης ἐπανορθοῦται τὰ τῶν παλαιόντων ἁμαρτήματα, καὶ ὁ γραμματικὸς καὶ ὁ ῥήτωρ καὶ ὁ γεωμέτρης καὶ ὁ μουσικὸς οὕτω διδάσκουσιν, οὐ διασείοντες οὐδὲ σαλεύοντες τῶν μαθητῶν ἣν ἔχουσι πίστιν ἐπὶ τοῖς φυσικοῖς κριτηρίοις, ἀλλ’ ἐφεστῶτες αὐτοῖς γυμναζομένοις ἄχρι
40περ ἂν ἀναμαρτήτους ἀποδείξωσι τὰς κατὰ μέρος ἐνεργείας· ἀλλ’ οὐχ 〈οἱ〉 τὴν ἐποχὴν εἰσάγοντες· οὗτοι γάρ εἰσιν οἱ καὶ ταῖς ἐναρ‐ γέσιν αἰσθήσεσιν ἀπιστεῖν ἀνατιθέντες ἢ τῶν ὑπό του βεβαίως γιγ‐ νωσκομένων καταφρονεῖν. ὁ γοῦν Καρνεάδης οὐδὲ τοῦτο τὸ πάντων ἐναργέστατον συγχωρεῖ πιστεύειν, ὅτι τὰ τῷ αὐτῷ ἴσα μεγέθη καὶ
45ἀλλήλοις ἴσα γίγνεται. καὶ μὲν οὖν λόγους, οἷς ἐπιχειρεῖ λύειν καὶ ταῦτα καὶ ἄλλα πάμπολλα τῶν ἐναργῶς τι εἶναί σοι φαινομένων τε καὶ πιστευομένων, ἔτι καὶ εἰς τόδε σωζομένους ἔχομεν· ἀπό‐ κεινται γὰρ ἐν γράμμασιν ὑπὸ τῶν μαθητῶν αὐτοῦ θησαυρισθέντες·
αἱ λύσεις δ’ οὔθ’ ὑπ’ ἐκείνου οὔθ’ ὑπ’ ἄλλου τινὸς εἴρηνται τῶν μετ’181

28,2

(50)

αὐτὸν Ἀκαδημαϊκῶν. ἆρ’ οὖν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἐδή‐ λωσε μόνον ὅτι σοφίσματά εἰσιν οἱ λόγοι πάντες οὗτοι καὶ ζητητέον τὴν λύσιν αὐτῶν ὑμῖν, ὦ μαθηταί; μοχθηρὸν μὲν γὰρ τοῦτο, με‐ τριώτερον δ’ ὅμως οὗ πεποιήκασιν οἱ γράψαντες μὲν αὐτούς, μὴ δηλώσαντες δ’ ἡμῖν ὁποῖοί τινές εἰσιν.

28,3

Ἡδέως δ’ ἂν ἠρόμην, εἰ παρῆν ὁ Φαβωρῖνος, ἆρά γε κελεύει με πείθεσθαι αὐτοῖς ἅπασι τοῖς λόγοις ἢ σκοπεῖσθαι πότερον ἀληθεῖς εἰσιν ἢ ψευδεῖς. εἰ γὰρ δὴ σκοπεῖσθαι συνεχώρησεν, ἠρό‐ μην [δ’] ἂν ἐπὶ τῷδε πάντως, εἰ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει
5διακρίνειν ἀληθεῖς λόγους ψευδῶν ἢ μέθοδός ἐστι τῆς ἑκατέρων γνώσεως. εἰ μὲν γὰρ φύσει, πῶς οὐχ ὁμολογοῦμεν ἀλλήλοις ἅπαν‐ τες οὐδ’ ὡσαύτως ἀποφαινόμεθα περὶ τῶν αὐτῶν; εἰ δὲ μέθοδός τίς ἐστιν, αὐτὴν 〈μὲν ἂν〉 πρώτην μαθεῖν ἐδεήθην, ἑξῆς δὲ ἐπιστα‐ τοῦντος αὐτοῦ γυμνάσασθαι πολυειδῶς ἐπὶ παραδειγμάτων πλειόνων,
10ὥσπερ οἱ παλαίειν μανθάνοντες ἢ σκυτοτομεῖν ἢ οἰκοδομεῖν ἢ ναυ‐ πηγεῖν ἢ ῥητορεύειν ἢ ἀναγιγνώσκειν ἢ γράφειν ἢ ὅλως ὁτιοῦν ἐνερ‐ γεῖν κατὰ τέχνην. Εἰ μὲν οὖν ἔγραψέ τις τῶν Ἀκαδημαϊκῶν, οἷον μέν τι χρῆμά ἐστιν ἀπόδειξις, οἷον δὲ σόφισμα καὶ ὡς χρὴ διαγιγνώσκειν αὐτὰ
15καὶ ὡς χρὴ γυμνάζεσθαι κατὰ ταῦτα, προσηκόντως [ὡς] ὁ Φαβω‐ ρῖνος ἐπιτρέπει τὴν κρίσιν τῶν εἰς ἑκάτερα ἐπιχειρουμένων τοῖς μα‐ θηταῖς, πλὴν ὅτι περιττόν ἐστι, εἰ διδάσκει ὁ Ἀκαδημαϊκὸς ἕκα‐ στον τῶν εἰρημένων, ἐχόντων γε ἡμῶν τοὺς ἰδίους τῶν δογμάτων διδασκάλους· εἰ δ’ οὔτ’ ἔργαψέ τις ὑπὲρ τῆς διαφορᾶς αὐτῶν οὔτ’
20ἐγύμνασεν, ὅμοιόν τι ποιεῖ τέκτονι κελεύοντι τῷ μαθητῇ μετρῆσαί τε καὶ στῆσαι καὶ ἀποτεῖναι καὶ κύκλον γράψαι χωρὶς τοῦ πῆχυν δοῦναι καὶ ζυγὸν καὶ κανόνα καὶ καρκίνον. ἀλλ’ ἴσως φησὶ μηδὲν
εἶναι τοιοῦτον ἐν φιλοσοφίᾳ καὶ δόγμασι. μὴ τοίνυν ἔτι προσποιοῦ γιγνώσκειν τι μηδ’ ἀποφάναι μηδ’ ἀποδίδρασκε τὴν ὑπὸ τῶν πρε‐182
25σβυτέρων Ἀκαδημαϊκῶν εἰσαγομένην ἐποχήν, μηδὲ σεμνύνου γραμ‐ ματικοῦ ποιῶν ἔργον, ἃ μὲν εἰρήκασιν οἱ πρόσθεν ἐκμεμελετηκώς, ὅ τι δὲ αὐτῶν ὑγιές ἐστιν οὐδ’ ὅλως ἐννοῶν· οὐδὲ γὰρ διδασκάλου τό γε τοιοῦτόν ἐστιν, ἀλλ’ ἀδολεσχία τις ἢ λῆρος. Πόθεν οὖν ἐλπὶς ὑπολείπεται τῆς τῶν ἀληθῶν εὑρέσεως; ᾧ
30γὰρ οὐδὲν ὑπάρχει κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀνέλπιστος ἡ γνῶσις αὐτῶν. ἐνεχείρησε 〈δ’ οὗτοσ〉 διδάξαι μόνον σοφιστὰς μη‐ δὲν ἡμῖν ὑπάρχειν κριτήριον σύμφυτον, ὥστε γε μετὰ τοῦτο τολ‐ μηρῶς 〈....〉. ἡμῖν μέντοι ἴσως, φᾶσιν αἴσθησίν τε καὶ νόησιν ἐναργῆ κριτήρια τῆς ἀληθείας εἷναι, συγχωρήσειεν ἄν τις ἐν λογι‐
35κοῖς καλινδεῖσθαι, βουκολούμενος ἐλπίσι ματαίαις· ὅσοι δ’ ἀνῃ‐ ρήκασιν ὅλην τὴν ἐλπίδα, καθάπερ οὗτος, μάτην ἐφλυάρουν. εὔδη‐ λος οὖν ἐστιν ὁ Φαβωρῖνος αἰδούμενος μὲν ἀνατρέπειν πάντα καὶ ἀγνοῶν ὑπάρχειν ὁμολογεῖν ὃ μὴ ὑπάρχειν οἱ πρόσθεν ἔλεγον Ἀκα‐ δημαϊκοί τε καὶ Πυρρώνειοι, προσποιούμενος δ’ ἐπιτρέπειν τὴν
40κρίσιν τοῖς μαθηταῖς, ἣν οὐδ’ ἑαυτοῖς ἐπέτρεψαν οἱ πρὸ αὐτοῦ.

28,4

Ὅτι μὲν οὖν ἡ τοιαύτη διδασκαλία τῶν μανθανόντων ὁτιοῦν, οἵαν ἐννοεῖται Φαβωρῖνος, οὐ μόνον οὐκ ἔστιν ἀρίστη τῶν ἄλλων, ἀλλ’ οὐδὲ διδασκαλία, τὴν ἀρχὴν ἐναργῶς οἶμαι δεδιδάχθαι· ἃς δ’ οἱ λοιποὶ πάντες, διδασκαλίαι μέν εἰσιν, εἰ δ’ ἄρισται σκοπῶμεν
5ἐξ ἀρχῆς, ἀπὸ τῶν αὐτῶν αὖθις ἀρξάμενοι. φαίνεται γὰρ ἡμῖν ἐναρ‐ γῶς τοῦτο, κἂν ὅτι μάλιστ’ αὑτοῖς ἄπιστον ἐργάσασθαι σπουδάζω‐ σιν οἱ σοφισταί, [μηδὲν] εἶναι κριτήριον φυσικόν· ὁ μὲν γὰρ καρκίνος γράφει τὸν κύκλον, ὁ δὲ πῆχυς διακρίνει τὰ μήκη καθάπερ ὁ ζυγὸς τὰ βάρη. ταῦτα δ’ αὐτὸς κατεσκεύασεν ἅνθρωπος ἐκ τῶν φυσικῶν183
10ὀργάνων τε καὶ κριτηρίων ὁρμώμενος, ὧν ἀπωτέρω κριτήριον οὔτε πρεσβύτερον οὔτε σεμνότερον ἔχομεν. δεῖ τοίνυν ἐντεῦθεν ἄρχεσθαι. λέγει γὰρ πάλιν ὁ νοῦς ὡς πιστεῦσαι μὲν ἢ ἀπιστῆσαι τῷ φυσικῷ κριτηρίῳ δυνατὸν ἡμῖν ἐστι, κρῖναι δὲ οὐ δυνατὸν αὐτὸ δι’ ἑτέρου τινός· ᾧ γὰρ κρίνεται τἆλλα πάντα, πῶς ἂν τοῦτο πρὸς ἄλλου κρι‐
15θείη; πιστεύειν βούλει τοῖς ὀφθαλμοῖς ἐναργῶς ὁρῶσι καὶ τῇ γλώττῃ γευομένῃ τουτὶ μὲν μῆλον εἷναι, τουτὶ δὲ σῦκον, ἢ μὴ πι‐ στεύειν; πείσομαι ὃ βούλει ποιεῖν ἐφ’ ἡμῖν. εἰ μέντοι σπεύδεις διαλέγεσθαί μοι, 〈....〉 μὴ πιστεύοντος δὲ ὡς παρὰ φύσιν ἔχοντος ἀφίσταμαι. κείσθω πρότερον ἀπιστεῖν σε, μηδὲν ἔλπιζε μαθήσεσθαι
20παρ’ ἐμοῦ· τοῦτο γὰρ ἄρτι πέπαυμαι λέγων. ὑποκείσθω δέ σε πι‐ στεύειν, ἔλπιζε μαθήσεσθαι παρ’ ἐμοῦ κρίνειν ἃ λέγω, τὰ μὲν αἰσθη‐ τὰ τοῖς ἐναργῶς αἰσθήσει φαινομένοις, τὰ δὲ νοητὰ τοῖς ἐναργῶς νοουμένοις. ἐπεὶ δ’ ἐκ τῶν φυσικῶν κριτηρίων αἱ τέχναι πᾶσαι κατασκευάζουσιν ὄργανά τε καὶ κριτήρια τεχνικά, δι’ ὧν τὰ μὲν
25αὐτοὶ συντιθέασι, τὰ δ’ ὑφ’ ἑτέρων συγκείμενα κρίνουσι, κἀγὼ δι‐ δάξω λόγων ὄργανά τε καὶ κριτήρια, τὰ μὲν οἷς κατασκευάσεις τοὺς ἀληθεῖς, τὰ δ’ οἷς τοὺς ὑφ’ ἑτέρων γεγονότας κρινεῖς. ἔχει γὰρ οὕτω τὸ πᾶν· εἰ μὲν ἐξ αὑτοῦ τι φαίνεται πρὸς αἴσθησιν ἢ νόησιν ἐναργῶς, οὐ χρῄζει τοῦτο ζητήσεως, εἰ δὲ μή τι τοιοῦτον
30ὑπάρχει, τῆς ἐξ ἑτέρου δὴ προσδεῖται γνώσεως. ἐγὼ μὲν ἐπαγγέλλο‐ μαί σοι διδάξειν ἔνια μὲν τοῖς κατὰ τὰς τέχνας ὀργάνοις ἀνάλογα, ἐξ ὧν εὑρήσεις τὸ ζητούμενον, ἔνια δὲ τοῖς κριτηρίοις, ἐξ ὧν τὸ δοκοῦν εὑρῆσθαι κρινεῖς. ἐπειδὰν δὲ μάθῃς ταῦτα, ἐπὶ πολλῶν παραδειγμάτων γυμνάσω σε ταχέως τε ἅμα καὶ ἀκριβῶς εὑρίσκειν184
35καὶ κρίνειν τὸ ζητούμενον, ὥστ’ οὔτε βιβλίου δεήσῃ τινὸς ἔτι ἤδη πρὸς τὴν τῶν ἀληθῶν εὕρεσιν οὔτε διδασκαλίας ἑτέρας, εὐθὺς δὲ δήπου καὶ τοὺς ἄλλο τι λέγοντας ὧν εὗρες ἑτοίμως γνωριεῖς· ὥσπερ γὰρ ὁ τὴν εὐθεῖαν ὁδὸν γιγνώσκων μίαν οὖσαν οὐ δεῖται διδασκαλίας ἑτέρας εἰς ἔλεγχον τῶν πεπλανημένων, οὕτως ὁ τὴν εὐθεῖαν ὁδὸν
40τῆς ἀποδείξεως ἐκμαθὼν εὐθὺς ἅμα ταύτῃ καὶ τὰς πεπλανημένας γνωρίζει.

28,5

Φαβωρῖνος δέ μοι δοκεῖ παραπλήσιόν τι ποιεῖν τῷ φάσκοντι τυφλὸν μὲν εἷναι Δίωνα φύσει, δύνασθαι δὲ κρῖναι πότερος ἡμῶν ἐστι ῥυπαρώτερος ἢ λευκότερος, οὐκ ἐννοῶν ὅτι τῷ [μὲν] μέλλοντι τὰ τοιαῦτα κρίνειν ὑπάρχειν χρὴ πρότερον ὄψιν. οὐ μὴν οὐδὲ δια‐
5φέρει πρὸς τὴν κρίσιν ἢ μηδ’ ὅλως ἔχειν ὄψιν ἢ ἔχοντα μὴ πιστεύειν αὐτῇ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅσα νῷ κρίνομεν, ὁποῖόν ἐστι καὶ 〈τὸ〉 ὅσα τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα ὑπάρχει, καθάπερ τοῖς ὄνοις οὐκ ἄν τις ἐπιτρέψειεν, ὅτι μηδ’ ὅλως ἔχουσι νοῦν, οὕτως οὐδὲ τοῖς ἀνθρώποις, εἰ μηδ’ οὗτοι πιστὸν ἔχουσι τὸν νοῦν· οὐδὲν γὰρ
10διαφέρει πρὸς τὴν τῶν κρινομένων διδασκαλίαν [ἀπιστίαν] ἢ μηδ’ ὅλως ἔχειν τι κριτήριον ἢ μὴ πιστεύειν αὐτῷ. γελοῖος οὖν ἐστιν ὁ Φαβωρῖνος ἐπιτρέπων κρίνειν τοῖς μαθηταῖς ἄνευ τοῦ συγχωρῆσαι τὴν πίστιν τοῖς κριτηρίοις. εἰ γὰρ οὐδέν ἐστιν ἐναργὲς τῷ νῷ ἢ πιστὸν ἐξ αὑτοῦ, διέφθαρται πάντων ἡ κρίσις. εἰ δ’ ἔστι μὲν ὥσπερ
15ὀφθαλμὸς ἐν σώματι τοιοῦτος ἐν ψυχῇ νοῦς, οὐ μὴν ἅπασί γε ὁμοίως ὀξύς, ἐγχωρεῖ, καθάπερ 〈ὁ〉 βλέπων ὀξύτερον ἐπάγει πρὸς τὸ θέαμα τὸν ἀμβλύτερον ὁρῶντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νοημά‐ των ὑπὸ τοῦ φθάσαντος ἰδεῖν ἐναργῶς τὸ νοητὸν ἐπάγεσθαι πρὸς τὴν θέαν αὐτοῦ τὸν ἀμβλύτερον. καὶ τοῦτ’ ἔστιν ὁ διδάσκαλος, ὡς185
20ὁ Πλάτων τέ φησι κἀγὼ πείθομαι. καὶ γέγραπταί γέ μοι περὶ τού‐ των ἐπὶ πλέον ἐν τῇ τῆς ἀποδείξεως πραγματείᾳ, ὅτι, τοιαύτη τις οὖσα, ἦν πρὸς τὴν νόησιν ἐνεργὴς ἡ διδασκαλία· γέγραπται δὲ καὶ ὅπως ἄν τις ὁρμώμενος ἀπὸ τῶν ἐν ἑκάστῳ στοιχείων καὶ ἀρχῶν ἀποδεικνύοι κάλλιστα πᾶν ὅσον ἀποδειχθῆναι δυνατόν, οὐχ ὡς ὁ
25θαυμαστὸς Φαβωρῖνος, 〈ὃσ〉 ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι μηδὲ τὸν ἥλιον εἶναι καταληπτόν, ὡς ἐπιλήσμοσιν ἡμῖν ἑτέρωθι διαλέγεται συγχωρῶν τι βεβαίως εἶναι γνωστὸν καὶ τοῦτ’ ἐπιτρέ‐
πων αἱρεῖσθαι τοῖς μαθηταῖς.186

29

Galen., de opt. gen. doc. c. 1 fin. (p. 179, 26 sqq.) ὥστε καὶ τρία βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανόν, ἕτερον δὲ πρὸς Δρύ‐ σωνα καὶ τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα Περὶ τῆς καταληπτικῆς φαντασίας ἐπέγραψε, καὶ καθ’ ὅλα γ’ αὐτὰ γενναίως ἀγωνίζεται
5πειρώμενος ἐπιδεικνύναι τὴν καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.190

30

Galen., de opt. gen. doc. c. 1 (p. 179, 12 sq.) λέγει δὲ 〈τ〉αὐ‐ τὸ〈ν〉 ἐν τῷ Πρὸς Ἐπίκτητον, ἐν ᾧ δῆθέν ἐστιν Ὀνήσιμος ὁ Πλου‐
τάρχου δοῦλος Ἐπικτήτῳ διαλεγόμενος.191

31

Galen., de opt. gen. doc. c. 1 (p. 179, 14 sqq.) καὶ μέντοι κἂν τῷ μετὰ ταῦτα γραφέντι βιβλίῳ, τῷ Ἀλκιβιάδῃ, καὶ τοὺς
ἄλλους Ἀκαδημαϊκοὺς ἐπαινεῖ συναγορεύοντας μὲν ἑκατέρῳ τῶν ἀντικειμένων ἀλλήλοις λόγων, ἐπιτρέποντας δὲ τοῖς μαθηταῖς αἱρεῖ‐193
5σθαι τοὺς ἀληθεστέρους. ἀλλ’ ἐν τούτῳ μὲν εἴρηκε πιθανὸν ἑαυτῷ φαίνεσθαι μηδὲν εἶναι καταληπτόν, ἐν δὲ τῷ Πλουτάρχῳ συγχω‐ ρεῖν ἔοικεν εἶναί τι βεβαίως γνωστόν. Galen., ib. c. 5 (p. 186, 9 sqq.) οὐχ ὡς ὁ θαυμαστὸς Φαβω‐ ρῖνος, 〈ὃσ〉 ἓν ὅλον γράψας βιβλίον, ἐν ᾧ δείκνυσι μηδὲ τὸν ἥλιον εἶναι
10καταληπτόν, ὡς ἐπιλήσμοσιν ἡμῖν ἑτέρωθι διαλέγεται συγχωρῶν τέ τι βεβαίως εἶναι γνωστὸν καὶ τοῦτ’ ἐπιτρέπων αἱρεῖσθαι τοῖς
μαθηταῖς.194

32

Diog. L. I 79 (de Pittaco) γέγονε δὲ καὶ ἕτερος Πιττακὸς νομοθέτης, ὥς φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ καὶ Δημήτριος ἐν Ὁμωνύμοις, ὃς καὶ μικρὸς προσηγορεύθη.

33

Diog. L. II 23 (de Socrate) (Ἴων δὲ ὁ Χῖος καὶ νέον ὄντα εἰς Σάμον σὺν Ἀρχελάῳ ἀποδημῆσαι· καὶ Πυθώδε ἐλθεῖν Ἀριστο‐ τέλης φησίν·) ἀλλὰ καὶ εἰς Ἰσθμόν, ὡς Φαβωρῖνος ἐν τῷ πρώτῳ
τῶν Ἀπομνημονευμάτων.196

34

Diog. L. II, 39—40 (de Socrate) Φαβωρῖνος δέ φησιν ἐν τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων μὴ εἶναι ἀληθῆ τὸν λόγον τὸν Πολυκράτους κατὰ Σωκράτους· ἐν αὐτῷ γάρ, φησί, μνημονεύει τῶν ὑπὸ Κόνωνος τειχῶν ἀνασταθέντων, ἃ γέγονεν ἔτεσιν ἓξ τῆς
5τοῦ Σωκράτους τελευτῆς ὕστερον. καὶ ἔστιν οὕτως ἔχον. ἡ δ’ ἀν‐ τωμοσία τῆς δίκης τοῦτον εἶχε τὸν τρόπον· ἀνάκειται γὰρ ἔτι καὶ νῦν, φησὶ Φαβωρῖνος, ἐν τῷ Μητρῴῳ· «τάδε ἐγράψατο καὶ ἀν‐ τωμόσατο Μέλητος Μελήτου Πιτθεὺς Σωκράτει Σωφρονίσκου Ἀλωπεκῆθεν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς
10οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσηγούμενος· ἀδικεῖ δὲ καὶ
τοὺς νέους διαφθείρων. τίμημα θάνατος».197

35

Diog. L. III, 20 (de Platone) τὸν μέντοι Πόλλιν λόγος ὑπό τε Χαβρίου ἡττηθῆναι καὶ μετὰ ταῦτα ἐν Ἡλίκῃ καταποντωθῆναι, τοῦ δαιμονίου μηνίσαντος διὰ τὸν φιλόσοφον, ὡς καὶ Φαβωρῖνός φησιν ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων.

36

Diog. L. III 25 (de Platone) ἐν δὲ τῷ πρώτῳ τῶν Ἀπομνη‐ μονευμάτων Φαβωρίνου φέρεται ὅτι Μιθριδάτης ὁ Πέρσης ἀνδριάν‐ τα Πλάτωνος ἀνέθετο εἰς τὴν Ἀκαδήμειαν καὶ ἐπέγραψε· «Μιθρι‐ δάτης ὁ Ῥοδοβάτου Πέρσης Μούσαις εἰκόνα ἀνέθηκε Πλάτωνος,
5ἣν Σιλανίων ἐποίησε».198

37

Diog. L. V 76 (de Demetrio Phalereo) .... οὐκ εὐγενὴς ὤν. ἦν γὰρ ἐκ τῆς Κόνωνος οἰκίας, ὡς Φαβωρῖνος ἐν πρώτῳ τῶν Ἀπομ‐ νημονευμάτων φησίν· ἀλλ’ ἀστῇ καὶ εὐγενεῖ συνῴκει Λαμίᾳ τῇ ἐρωμένῃ, καθάπερ ὁ αὐτὸς ἐν τῷ πρώτῳ φησίν.

38

Diog. L. IX 20 (de Xenophane) δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ 〈.... καὶ λελύσθαι ὑπὸ〉 τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ Ὀρε‐
στάδου, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ.199

39

Diog. L. IV 5 (de Speusippo) φησὶ δὲ καὶ Φαβωρῖνος ἐν δευτέρῳ Ἀπομνημονευμάτων ὡς Ἀριστοτέλης αὐτοῦ τὰ βιβλία
τριῶν ταλάντων ὠνήσατο.200

40

Diog. L. V 21 (de Aristotele) φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι· ‘ᾧ φίλοι,
οὐδεὶς φίλοσ‘.201

41

Diog. L. V 76 (de Demetrio Phalereo; post ea quae sunt in fr. 37) ἀλλὰ καὶ ὑπὸ Κλέωνος πεπονθέναι ἐν τῷ δευτέρῳ ἱστο‐ ρεῖ (sc. Favorinus).

42

παρακαλῶν (sc. Crates) περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο· ἀγανακτοῦντος δέ, ἔφη· ‘τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι, καθάπερ καὶ τὰ γόνατα;‘

43

Diog. L. III 40 (de Platone) καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον (III 2), Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ
καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων τρίτῳ.202

44

Diog. I. VIII 12 (de Pythagora) λέγεται δὲ καὶ πρῶτος κρέασιν ἀσκῆσαι ἀθλητάς, καὶ πρῶτόν γ’ Εὐρυμένην, καθά φησι Φαβωρῖνος ἐν τρίτῳ τῶν Ἀπομνημονευμάτων.

45

Diog. L. III 62 (de Platone) ὧν (τῶν νοθευομένων διαλόγων) ἡ Ἀλκυὼν Λέοντός τινος εἶναι δοκεῖ, καθά φησι Φαβωρῖνος ἐν
τῷ πέμπτῳ τῶν Ἀπομνημονευμάτων.203

46

Diog. L. IX 23 (de Parmenide) καὶ δοκεῖ πρῶτος πεφω‐ ρακέναι τὸν αὐτὸν εἶναι Ἕσπερον καὶ Φωσφόρον, ὥς φησι Φαβω‐ ρῖνος ἐν πέμπτῳ τῶν Ἀπομνημονευμάτων· οἱ δὲ Πυθαγόραν.

47

Diog. L. III 48 (de Platone) (διαλόγους τοίνυν φασὶ πρῶτον γράψαι Ζήνωνα τὸν Ἐλεάτην·) Ἀριστοτέλης δὲ ἐν πρώτῳ Περὶ ποιητῶν (fr. 72 R.) Ἀλεξαμενὸν Στυρέα ἢ Τήιον, ὡς καὶ Φαβω‐
ρῖνος ἐν Ἀπομνημονεύμασιν.204

48

Diog. L. VIII 53 (de Empedocle) ἐγὼ δὲ εὗρον ἐν τοῖς Ὑπομνήμασι Φαβωρίνου ὅτι καὶ βοῦν ἔθυσε τοῖς θεωροῖς ὁ Ἐμπε‐
δοκλῆς ἐκ μέλιτος καὶ ἀλφίτων· καὶ ἀδελφὸν ἔσχε Καλλικρατίδην.205

49

Diog. L. VIII 63 (de Empedocle) αὐτοὺς δὲ τούτους τοὺς Καθαρμοὺς Ὀλυμπίασι ῥαψῳδῆσαι λέγεται Κλεομένη τὸν ῥαψῳδόν, ὡς καὶ Φαβωρῖνος ἐν Ἀπομνημονεύμασι.

50

Diog. L. VIII 73 (de Empedocle) πορφύραν τε ἀναλαβεῖν αὐτὸν καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρῖνος ἐν Ἀπομνη‐ μονεύμασιν, ἔτι τ’ ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. κόμη τε ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι, καὶ αὐτὸς ἀεὶ σκυθρω‐
5πὸς ἐφ’ ἑνὸς σχήματος ἦν. τοιοῦτος δὴ προῄει τῶν πολιτῶν ἐντυ‐
χόντων καὶ τοῦτο ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον.206

51

Diog. L. VIII 90 (de Eudoxo Cnidio) ὅτε δὲ συνεγένετο ἐν Αἰγύπτῳ Χονούφιδι τῷ Ἡλιουπολίτῃ, ὁ Ἆπις αὐτοῦ θοἰμάτιον περιελιχμήσατο. ἔνδοξον οὖν αὐτόν, ἀλλ’ ὀλιγοχρόνιον, ἔφασαν οἱ
ἱερεῖς ἔσεσθαι, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονεύμασιν.207

53

Steph. Byz. s. v. Τετράπολις τῆς Ἀττικῆς (p. 618, 6 Mei‐ neke): ... οἱ οἰκήτορες Τετραπολιεῖς καὶ Τετραπολῖται, ὡς Φαβω‐
ρῖνος ἐν πρώτῳ Παντοδαπῆς ὕλης ἱστορικῆς.216

54

Steph. Byz. s. v. Ἀλεξάνδρειαι (p. 72, 3 M.) ... τὸ ἐθνικὸν Ἀλεξανδρεύς ... Δίδυμος δὲ παρατίθεται χρῆσιν ἐξ Ἐρατοσθένους τὸ Ἀλεξανδρίτης. Φαβωρῖνος δὲ ἐν 〈πρώ〉τῳ Περὶ παντοδαπῆς
ὕλης Ἀλεξανδρειώτην φησί.217

55

Diog. L. III 57 (de Platone) ἣν (sc. τὴν Πολιτείαν) καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόρᾳ ἐν τοῖς Ἀντιλογικοῖς (fr. 5, I 265 Diels) φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας δευτέρῳ.

56

(19)

Versio armena Alex. hist. (R. Raabe, ἱστορία Ἀλεξάνδρου,
20die arm. Uebers. 1886, p. 8) (post Alexandri educatores me‐ moratos) ἐμνήσθη δὲ καὶ Παφώρανος (= Φαβωρῖνος) τούτων ἐν τῷ τετάρτῳ τόμῳ ἐν ταῖς Παντοδαπαῖς Χαριέσσαις Ἱστορίαις αὐτοῦ.218

57

Diog. L. III 24 (de Platone) οὗτος πρῶτος ἐν ἐρωτήσει λόγον παρήνεγκεν, ὥς φησι Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστο‐ ρίας· καὶ πρῶτος τὸν κατὰ τὴν ἀνάλυσιν τῆς ζητήσεως τρόπον εἰσηγήσατο Λεωδάμαντι τῷ Θασίῳ· καὶ πρῶτος ἐν φιλοσοφίᾳ
5ἀντίποδα ὠνόμασε καὶ στοιχεῖον καὶ διαλεκτικὴν καὶ ποιότητα καὶ τοῦ ἀριθμοῦ τὸν προμήκη καὶ τῶν περάτων τὴν ἐπίπεδον ἐπι‐
φάνειαν καὶ θεοῦ πρόνοιαν.219

58

Diog. L. VIII 12 (de Pythagora) λέγεται δὲ καὶ πρῶτος κρέασιν ἀσκῆσαι ἀθλητὰς .... τῶν πρότερον ἰσχάσι ξηραῖς καὶ τυροῖς ὑγροῖς, ἀλλὰ καὶ πυροῖς, σωμασκούντων αὐτούς, καθάπερ ὁ αὐτὸς Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστορίας φησίν.

59

Diog. L. VIII 47—48 (de Pythagora) Ἐρατοσθένης δέ φησι, καθὸ καὶ Φαβωρῖνος ἐν τῇ ὀγδόῃ Παντοδαπῆς ἱστορίας παρατί‐ θεται, τοῦτον εἶναι τὸν πρῶτον ἐντέχνως πυκτεύσαντα ἐπὶ τῆς ὀγδόης καὶ τετταρακοστῆς Ὀλυμπιάδος, κομήτην καὶ ἁλουργίδα φο‐
5ροῦντα, ἐκκριθῆναί τ’ ἐκ τῶν παίδων καὶ χλευασθέντα αὐτίκα προσβῆναι τοὺς ἄνδρας καὶ νικῆσαι. δηλοῦν δὲ τοῦτο καὶ τοὐπί‐ γραμμα, ὅπερ ἐποίησε Θεαίτητος.
Πυθαγόρην τινά, Πυθαγόρην, ὦ ξεῖνε, κομήτην,
ᾀδόμενον πύκτην εἰ κατέχεις Σάμιον,
10Πυθαγόρης ἐγώ εἰμι. τὰ δ’ ἔργα μου εἴ τιν’ ἔροιο Ἠλείων, φήσεις αὐτὸν ἄπιστα λέγειν.

59a

τοῦτον 〈πρῶτον〉 ὁ Φαβωρῖνός φησιν ὅροις χρήσασθαι διὰ
τῆς μαθηματικῆς ὕλης, ἐπὶ πλέον δὲ Σωκράτην καὶ τοὺς ἐκείνῳ πλησιάσαντας, καὶ μετὰ ταῦτ’ Ἀριστοτέλην καὶ τοὺς Στωϊκούς. ἀλλὰ μὴν καὶ τὸν οὐρανὸν πρῶτον ὀνομάσαι κόσμον καὶ τὴν γῆν221
5στρογγύλην· ὡς δὲ Θεόφραστος (Phys. Opin. 17) Παρμενίδην (A 44, I 225, 13 Diels): ὡς δὲ Ζήνων (I 276 Arnim), Ἡσίοδον (Th.
127 = fr. 254 Rzach).222

60

Diog. L. II 1—2 (de Anaximandro) εὗρε δὲ καὶ γνώμονα πρῶτος καὶ ἔστησεν ἐπὶ τῶν σκιοθήρων ἐν Λακεδαίμονι, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, τροπάς τε καὶ ἰσημερίας σημαί‐ νοντα, καὶ ὡροσκοπεῖα κατεσκεύασε· καὶ γῆς καὶ θαλάσσης περί‐
5μετρον πρῶτος ἔργαψεν· ἀλλὰ καὶ σφαῖραν κατεσκεύασε.223

61

Diog. L. II 11 (de Anaxagora) δοκεῖ δὲ πρῶτος, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, τὴν Ὁμήρου ποίησιν ἀποφή‐ νασθαι εἶναι περὶ ἀρετῆς καὶ δικαιοσύνης· ἐπὶ πλεῖον δὲ προστῆ‐ ναι τοῦ λόγου Μητρόδωρον τὸν Λαμψακηνόν (A 2 Vors. II 49, 12),
5γνώριμον ὄντα αὐτοῦ, ὃν καὶ πρῶτον σπουδάσαι τοῦ ποιητοῦ περὶ τὴν φυσικὴν πραγματείαν.

62

Diog. L. II 20 (de Socrate) καὶ γὰρ πρῶτος, ὥς φησι Φαβω‐ ρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητο‐ ρεύειν ἐδίδαξε· λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τῷ περὶ τῶν Σω‐ κρατικῶν· (καὶ πρῶτος περὶ βίου διελέχθη καὶ πρῶτος φιλοσόφων
5καταδικασθεὶς ἐτελεύτα).224

63

Diog. L. II 38 (de Socrate) οὐ φέρων (Anytus) τὸν ὑπὸ Σω‐ κράτους χλευασμὸν πρῶτον μὲν ἐπήλειψεν αὐτῷ τοὺς περὶ Ἀριστο‐ φάνην, ἔπειτα καὶ Μέλητον συνέπεισεν ἀπενέγκασθαι κατ’ αὐτοῦ γραφὴν ἀσεβείας καὶ τῶν νέων διαφθορᾶς. ἀπηνέγκατο μὲν οὖν
5τὴν γραφὴν ὁ Μέλητος, εἶπε δὲ τὴν δίκην Πολύευκτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ .... προητοίμασε δὲ πάντα Λύκων ὁ δημαγωγός.

64

Diog. L. III 3 (de Platone) καὶ ἐγεννήθη κατά τινας ἐν Αἰγίνῃ, ἐν τῇ Φειδιάδου οἰκίᾳ τοῦ Θάλητος, ὥς φησι Φαβωρῖνος ἐν Παντο‐
δαπῇ ἱστορίᾳ, τοῦ πατρὸς αὐτοῦ μετὰ καὶ ἄλλων πεμφθέντος κλη‐ ρούχου καὶ ἐπανελθόντος εἰς Ἀθήνας, ὁπόθ’ ὑπὸ Λακεδαιμονίων225
5ἐξεβλήθησαν βοηθούντων Αἰγινήταις.

65

Diog. L. III 19 (de Platone) παρέδωκε (Dionysius tyrannus) δ’ αὐτὸν Πόλλιδι τῷ Λακεδαιμονίῳ κατὰ καιρὸν διὰ πρεσβείαν ἀφιγμένῳ, ὥστε ἀποδόσθαι. κἀκεῖνος ἀγαγὼν αὐτὸν εἰς Αἴγιναν ἐπίπρασκεν, ὅτε καὶ Χάρμανδρος Χαρμανδρίδου ἐγράψατο αὐτῷ
5δίκην θανάτου κατὰ τὸν παρ’ αὐτοῖς τεθέντα νόμον, τὸν πρῶτον ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνῄσκειν. ἦν δ’ αὐτὸς ὁ θεὶς τὸν νόμον, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ. εἰπόν‐ τος δέ τινος, ἀλλὰ κατὰ παιδιάν, φιλόσοφον εἶναι τὸν ἐπιβάντα,
ἀπέλυσαν.226

66

Diog. L. IV 54 (de Bione Borysthenita) (καὶ ὕστερόν ποτε ἐμπεσὼν εἰς νόσον, ὡς ἔφασκον οἱ ἐν Χαλκίδι—αὐτόθι γὰρ καὶ κατέστρεψε—, περίαπτα λαβεῖν ἐπείσθη καὶ μεταγινώσκειν ἐφ’ οἷς ἐπλημμέλησεν εἰς τὸ θεῖον). ἀπορίᾳ δὲ καὶ τῶν νοσοκομούντων δει‐
5νῶς διετίθετο, ἕως Ἀντίγονος αὐτῷ δύο θεράποντας ἀπέστειλε, καὶ ἠκολούθει γε αὐτῷ ἐν φορείῳ, καθά φησι Φαβωρῖνος ἐν Παντο‐ δαπῇ ἱστορίᾳ.

67

Diog. L. IV 63—64 (de Carneade) οὗτός ποτε, Μέντορος τοῦ Βιθυνοῦ μαθητοῦ ὄντος καὶ παρ’ αὐτὸν ἐλθόντος εἰς τὴν διατριβήν, ὡς ἐπείρα αὐτοῦ τὴν παλλακὴν ὁ Μέντωρ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰς αὐτόν·
5
πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,
Μέντορι εἰδόμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
τοῦτον σχολῆς τῆσδ’ ἐκκεκηρῦχθαι λέγω. Καὶ ὃς ἀναστάς·
οἱ μὲν ἐκήρυσσον, τοὶ δ’ ἠγείροντο μαλ’ ὦκα.227

68

Diog L V 5—6 (de Aristotele) ὁ δ’ οὖν Ἀριστοτέλης .... ὑπε‐ ξῆλθεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτὸν τοῦ ἱεροφάντου δίκην ἀσεβείας γραψαμένου, ἢ Δημοφίλου, ὥς φησι Φαβωρῖνος ἐν Παν‐ τοδαπῇ ἱστορίᾳ, ἐπειδήπερ τὸν ὕμνον ἐποίησεν εἰς τὸν προειρημέ‐
5νον Ἑρμίαν (fr. 675 Rose).

69

Diog. L. V 9 (de Aristotele) τοῦτον πρῶτον Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ λόγον δικανικὸν ὑπὲρ ἑαυτοῦ συγγράψαι φησὶν ἐπ’ αὐτῇ ταύτῃ τῇ δίκῃ καὶ λέγειν ὡς Ἀθήνησιν
ὄγχνη ἐπ’ ὄγχνῃ γηράσκει, σῦκον δ’ ἐπὶ σύκῳ.228

70

Diog. L. V 77 (de Demetrio Phalereo) Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ τοῦτο ποιῆσαι (sc. κατασπάσαι τὰς Δ. εἰκό‐

70a

νας) τοὺς Ἀθηναίους Δημητρίου κελεύσαντος τοῦ βασιλέως. ἀλλὰ καὶ τῷ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἐπέγραψαν ἀνομίας, ὡς Φαβω‐
ρῖνος.229

71

Diog. L. VI 25 (de Diogene) καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ κατανοήσας ἐλάας ὀψώμενον, ‘τί, φησίν, ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις;‘. Καὶ ὅς· ‘ἀλλὰ νὴ τοὺς θεούς, φησί, Διόγενες,
5κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην‘. Ὁ δέ· ‘τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας;‘ Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ Ἀρίστιππον εἰπεῖν τοῦτο.
(I A 24 Giann.).230

72

Diog. L. VI 73 (de Diogene) (.... εἴ γ’ αὐτοῦ αἱ τραγῳδίαι καὶ μὴ Φιλίσκου τοῦ Αἰγινήτου, ἐκείνου γνωρίμου), ἢ Πασιφῶντος τοῦ Λουκιανοῦ, ὅν φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ μετὰ τὴν τελευτὴν αὐτοῦ συγγράψαι.

73

Diog. L. VIII 15 (de Pythagora) Μεταποντῖνοί γε μὴν τὴν μὲν οἰκίαν αὐτοῦ Δήμητρος ἱερὸν ἐκάλουν, τὸν στενωπὸν δὲ Μου‐
σεῖον, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπαῖς ἱστορίαις.231

74

Diog. L. VIII 83 (de Alemaeone) δοκεῖ δὲ πρῶτος φυσικὸν λόγον συγγεγραφέναι, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστο‐ ρίᾳ, καὶ τὴν σελήνην καθόλου 〈τε τὰ ὑπὲρ〉 ταύτην ἔχειν ἀίδιον φύσιν.

75

Diog. L. IX 23 (de Parmenide) καὶ (λέγεται) πρῶτος ἐρω‐ τῆσαι τὸν Ἀχιλλέα λόγον, ὡς Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ. Diog. L. IX 29 (de Zenone Eleata) οὗτος καὶ τὸν Ἀχιλλέα πρῶτος λόγον ἠρώτησε—Φαβωρῖνος δέ φησι Παρμενίδην—καὶ
5ἄλλους συχνούς.232

76

Diog. L. IX 34—35 (de Democrito) Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλ’ ἀρχαῖαι· τὸν δὲ ὑφῃρῆσθαι· διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως
5καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν.

77

Diog. L. IX 50 (de Protagora) (διήκουσε δ’ ὁ Πρωταγόρας Δημοκρίτου)—ἐκαλεῖτό [τε] Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παν‐
τοδαπῇ ἱστορίᾳ—καὶ πρῶτος ἔφη....233

78

σητάνειος σῖτος234

79

Ἄργιλος ἡ πρὸς τῷ Στρυμόνι ποταμῷ πόλις. ὠνομάσθη δὲ ἐπειδὴ ὑπὸ Θρᾳκῶν ὁ μῦς ἄργιλος καλεῖται, σκαπτόντων δὲ εἰς τὸ θεμελίους καταβαλέσθαι πρῶτος μῦς ὤφθη.

80

Steph. Byz. Αὐταριᾶται· ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδό‐ μῃ Χρονικῶν (fr. 21 Jac. F Gr Hist II A, p. 48) καὶ Φαβωρῖνος
ἐν Παντοδαπαῖς καὶ Ἐρατοσθένης.235

81

Steph. Byz. Χελιδόνιοι· ἔθνος Ἰλλυρικόν· ... εἰσὶ καὶ Χελιδό‐ νιαι πέτραι ... δύο δέ εἰσι κεκλημέναι ἡ μὲν Κορύδελα, ἡ δὲ Μελα‐ νίππεια, ὡς Φαβωρῖνος ἐν ταῖς Παντοδαπαῖς.

82

Προσαγορεύουσι δὲ τὴν Ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες Μεγάλην θάλατταν,
οἱ δ’ Ἕλληνες Ἀτλαντικὸν πέλαγος.236

83

Steph. Byz. Αἰθίοψ· ... πρῶτοι καὶ θεοὺς ἐτίμησαν καὶ νό‐ μοις ἐχρήσαντο. ὀνομάζουσι δὲ τοὺς αἰτίους τούτων Μίθραν καὶ Φλεγύαν, ἄνδρας Αἰθίοπας τὸ γένος, ὡς Φαβωρῖνος.

84

Steph. Byz. Ἀκτή· οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ
καὶ ἀφ’ ἑαυτοῦ οὕτως τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς.237

85

Steph. Byz. Ἀραχωτοί· πόλις Ἰνδικῆς, ἀπὸ Ἀραχώτου πο‐ ταμοῦ ῥέοντος ἀπὸ τοῦ Καυκάσου, ὡς Φαβωρῖνος καὶ Στράβων ἑνδεκάτῃ.

86

Steph. Byz. Βισαλτία· πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βι‐ σάλτου τοῦ Ἡλίου καὶ Γῆς. περὶ ταύτην οἱ λαγοὶ σχεδὸν πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες, ὡς Θεόπομπος ἱστορεῖ καὶ Φα‐ βωρῖνος.

87

Βυζαντίων λιμὴν Βόσπορος καλεῖται.238

88

Steph. Byz. Κρεμμυών· κώμη Κορίνθου· ... ‘ἐν ᾗ μυθεύουσι τὰ περὶ τὴν Κρεμμυωνίαν ὗν, ἣν μητέρα τοῦ Καλυδωνίου κάπρου φασὶ καὶ τῶν Θησέως ἄθλων 〈ἕνα〉‘. Φαβωρῖνος δὲ ὅτι τοῦ Ἐρυ‐ μανθίου καὶ τοῦ Καλυδωνίου μήτηρ ἦν.

89

Steph. Byz. Σφακτηρία· ... ἔστι καὶ νῆσος Σφακτηρία, ἧς μνημονεύει Παυσανίας ἐν τρίτῳ Περιηγήσεως Ἑλλάδος. ἐκαλεῖτο καὶ Σφαγία, ὡς Φαβωρῖνος.

90

Steph. Byz. Ῥοπεῖς· ἔθνος, οὗ μέμνηται Φαβωρῖνος 〈 〉
ἐν Ἐπιτομῇ δ’ τῆς Παμφίλης.239

91

Diog. L. III 37 (de Platone) τοῦτον μόνον (Aristotelem) παραμεῖναι Πλάτωνι Φαβωρῖνός πού φησιν ἀναγινώσκοντι τὸν Περὶ ψυχῆς, τοὺς δ’ ἄλλους ἀναστῆναι πάντας.

92

Diog. L. V 41 (de Theophrasto) Φαβωρῖνος δέ φησι γηρά‐ σαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον.

93

Ἀρχύτας Ταραντῖνος τὰ ἄλλα καὶ μηχανικὸς ὢν ἐποίησεν πε‐ ριστερὰν ξυλίνην πετομένην· ὁπότε καθίσειεν, οὐκέτι ἀνίστατο.
μέχρι γὰρ τούτου ....241

96

(t)

〈ΠΕΡΙ ΦΥΓΗΣ〉

96,1

Ἀνὴρ δὲ ἐν μεγαλοψυχίᾳ ἀληθινῇ καὶ φιλοσοφίᾳ τεθραμμέ‐ νος πρὸ τῶν ξυμφορῶν τὴν εὐθυμίαν ἐν τῇ γνώμῃ ἀπόθετον ἔχει· τὸ δὲ ἐπὶ τοῖς δεινοῖς τῆς ἐξ ἑτέρου παρηγορίας χρῄζειν τὸν καιρὸν τῆς εὐθυμίας ὑπερβαίνει.
5[ad 7 ll.] οιμην κἄν̣ τις ὑ[π]ο̣πτεύ[σ]ῃ τ̣[ὴ]ν̣ | [ad 7 ll.] τ̣οῦδ̣ε̣
τοῦ λ̣[όγο]υ̣ ὡς ἐπ’ ἀλαζ[ο]νείᾳ | [ad 7 ll.] περιας..[..] τινι ἀκαί‐ ρῳ ἐπὶ [.]ι̣ | [ad 7 ll. ξ]υγκειμ[ένου.] εἰ γὰρ αὐτὸς μὲν | [ad. 5 ll. παρ]α̣κελεύ[ομα]ι̣, αὐτὸς δὲ ὁ πειθ[όμ]ε̣|[νος ταῦτ]α̣ δράσ[ω, ἐγὼ] οὕτως ἔχω ὡς φ[έρω] | [.... τὰ πα]ρόντα. [ἀλλ’] ὡς ἴσως τις καὶ375
10π[...] | [ad 10 ll.]ε̣λ[....]αι βούλ[ε]τ̣αι, ὅδε ὁ λό̣[γος] | [ad 16 ll.] τα̣ι̣ ἡ γνώμη βεβα̣ι̣| [ad 21 ll.] ἡγοῦμαι ἐμαυ|[τὸν ad 17 ll. ἐ]πιδεῖξαι ὅτι [ἂ]ν̣ | [ad 19 ll. τῷ λ]όγῳ ὁρμὴν̣ | [ad 20 ll. κα]ταφρο‐ νήσειε̣ | [ad 21 ll.] ἀμέλει τῷ λ[ό]|[γῳ ad 19 ll.]θρασύτατοι ο̣υ| [ad 20 ll.] μᾶλλον ἡ φρόνη|[σις ad 18 ll.] ησιν, ἀλλὰ οὓς | [ad 17 ll.
15τῇ ἀρ]ε̣τ̣ῆς ἀσκήσει | [ad 24 ll. τ]οια̣ύ̣της | [ad 28 ll.].[.].[.] | [ad 27 ll.] ενγ.. | [ad 10 ll.] απ[ad 10 ll. ἄ]λλης αἰκί|[ας ad 20 ll.] οὐκ ἐπὶ ταῖς | [ad. 7 ll.].α..εφ..στ[... Ἐμπε]δ̣οκλῆς τε | [καὶ Ἡρακλ]ῆς καὶ ὁ Ῥωμαίων στρατηγὸς [Μού]|[κιος; Ἐμ]πε‐ δοκλῆς μὲν γὰρ ἀρετῆς, Ἡρακλ[ῆς] | [δὲ ἀθ]ανασίας, Μούκιος δὲ
20ἀνδρείας ἕ[νε]|[κεν ἐπα]ι̣ν̣ο̣ύμενοι.

96,2

Φυγῆς δ’ ἂν καὶ ἕτεροι | [δι’ ἄλλας α]ἰτίας καταφρονήσαιεν, ἀλλ’ ὁ [Σι]|[νωπεὺς Διογέν]ης κ̣α̣ὶ̣ Κ̣[ρ]ά[τ]ης [ὁ Θηβ]α̣[ῖος καὶ] | .. [ad 10 ll.] ιπ[πο]ς̣ [κα]ὶ̣ [ad 11 ll.] | [.... καὶ ὁ Τυ]ρ̣ρηνὸς Μου̣σ̣ώνιος κατεφρό[νη]|σ[αν οὔτοι] δὴ̣ μίσει τῶν πατρίδων οὐδὲ
5ἔχ̣[θρᾳ] | [τῶν σφετ]έ̣ρ̣ων πολιτῶν, ἀλλὰ τὰ παρόντα | π̣ταί̣σ̣ματα πάντα ὡς ἀνθρώπινα ἀσπαζόμε[νο]ι. | καὶ [ἵν]α μὴ πλέον διεξίω παρα‐ βάλλων [ὁμ]οί|ω[ν] π̣α̣θ̣η̣μάτων ἀνομοίους τὰς αἰτίας, βραχεῖ | μὲν λόγῳ μεγάλῳ δὲ ἔργῳ ἔστω διακεκρι|μένον ᾧ τὸ εὔθυμον ἀπὸ τοῦ ἀκολάστου δ̣ι̣α̣|κέ̣κ̣ρι̣ται. ὅστις δ’ ἀρετῆς ἐφιέμενος ἐν τοῖς τοι|ού‐
10τ̣ο[ις] εὐθυμεῖται, αὐτὸς μὲν ἱκανὸς προσ[δέ]ξ̣α̣ς|[θ]α[ι], ε̣ὐ̣φ̣υ̣έ̣σ̣τα‐ τος δὲ καὶ ἄλλῳ ξυμβουλεῦσαι οὐ λό|γῳ μόνον, ἀλλὰ καὶ τῷ οἰκείῳ παραδείγματι | προτρέπων, τοὺς μὲν λόγους τῶν ἔργων διδας|κά‐ λους ποιούμενος, τὰ δὲ ἔργα ἀκόλουθα τοῖς λόγοις παρεχόμενος. 2. ἀνακείσεται δὲ ἥδε ἡ γρα|φὴ κτῆμα καὶ ἄλλῳ ποτὲ αὖθις, ὅστις376
15ὁμοίᾳ | τύχῃ περιπεσὼν οὐχ ἱκανὸς αὐτὸς αὑτῷ πο|ρίζειν τὰ τοιαῦτα, τοῦ μή τινας ἴσα τῶν ἰ̣δι̣ωτῶν | τοῖς ἀφρονεστάτοις τὰς τῶν πάλαι γενομένων ‖ ἀ̣νδρῶν̣ ἢ [τῶν νῦ]ν ὄντ[ω]ν̣ ξυμφορ[ὰς πα]|[ρ]η̣γορίαν̣ τ[ῶν ἰδίων] κακῶν νομίζει[ν κ]α̣ὶ | τ̣ἀ̣νθρώπεια [τοῖς ἀ]λλοτρίοις πταίσμ[ασι]ν | [ἐ]πικουφίζ[ειν, ἀλ]λὰ τοὐναντίον ἐκ[εῖν]α | ὁρῶντας
20ἐξ[ιδιάζεσ]θ̣αι ἅπερ οἱ πάλαι ἀξιέ|παινοι ἄν[δρες ὅμο]ι̣α παθόντες διελ[έ]χθη|σάν τε περὶ [τούτων κ]αὶ ἔδρασαν, καὶ [εἰ] μὲν | Ἀλκι‐ βιάδης [καὶ Θε]μιστοκλῆς καὶ ὁ [Κο]ριο|λα[ν]ὸ̣ς̣ ἐπὶ τῇ π̣α̣[τρί]δι ἀλγήσαντες τῇ πατρί|δι [ἐ]πεβούλευον, [μήτ’ ἐπιδ]έ̣χ̣εσθαι μήτε μι|μεῖσθαι, μηδὲ ε[ἰ] ἄ̣[λλος] ἀνάνδρως ἢ πάλιν | α̣ὖ̣ μ̣ανικῶς φυγὴν
25[ἢ] θάν̣α̣τ̣ον ἤνεγκεν, ἐκεῖ|να δὲ θα̣υ̣μά̣[ζειν κ]α̣ὶ πα̣ρ̣α̣μ̣υ̣θ̣ίαν οἴεσθαι ἃ | Σωκράτης [......]ος ε̣[ἶ]πέ̣ν̣ ποτε καὶ ἔδρα|σεν ἐν τ[ῷ δε‐ σμωτ]ηρ̣ί̣ῳ̣. 3. ἐξὸν μὲν αὐτῷ δι|ὰ̣ [τῶν] φ̣ί̣λ̣[ων .....].[.], τοῖς δὲ καταψηφισα|μ̣[ένοις μέ̣μψασθαι, οἰ]ό̣μ̣ενος τὸν θεὸν ἄρ|χ̣[ειν τῆς πόλεως μηδὲν δ’ εἶναι] ἄδικον ὃ τῷ θεῷ | φ̣[ίλον, οὐδὲν μὲν ἐκεί‐
30νοι]ς̣ ἀπ̣ε̣μέμψατο, ἐδή|λωσ[ε δὲ οὐκ ἀποφυγών, ἀλλ’ ἀπ]οθνῄ‐ σκω[ν εὐ]|θύμ̣[ως ὅτι τῷ θεῷ πειστέον.

96,3

Ὁ δ’ αὐτὸ]ς̣ Σ̣ωκ̣[ρ]ά̣τ[ης] | αἰεὶ μ[ad 14 ll.] ἐ̣ν̣όμιζεν τοὺς μὲ̣[ν] | τῶν τ[ραγῳδιῶν ὑποκρι]τὰς πείθεσθαι τῷ | ποιη[τῇ διαπεμ‐ πομένους] ὅποι ἂν ἐκείνῳ φί|λον ᾖ [καὶ ποτὲ μὲν Ἀγαμ]έμνονα βασιλεύον|τα, π[οτὲ δὲ Τήλεφον π]τωχεύοντα καὶ Τυδέα φεύγοντα
5καὶ Φιλο|κτήτ[ην χωλεύοντα ὑπ]οκρινομένους, ποτὲ | δὲ τὸν [ad 14 ll.] 2. πρό[τερ]ον μὲ̣ν [ἦ]σαν | [γ]οῦν̣ ν̣[ad 10 ll., νῦν δ]ὲ τη. [...]αστων̣..ν̣ο | .ε̣ι̣..ν̣[..]α̣ι̣[......].. καὶ τῷ [σ]χή‐ ματι καὶ τῇ | φωνῇ πρὸς τὸ ξυμφέρον τῷ δράματι [τετρ]αμ|μένοι καὶ οὐ καταπλαγέντες ὅτι ἄρτι [μὲν τοὺς] | βασιλείους δόμους ᾤκουν
10Μυκηνῶν [καὶ τὸ] | μὲν Πέλοπος σκῆπτρον ἐκ προγόνων διεδέ‐
χον|το τὸ δὲ χρυσοῦν κῴδιον ἐκέκτηντο καὶ Πελο|ποννήσου ἁπάσης ἐβασίλευον, ἐν δὲ τῷ αὐτῷ | θεάτρῳ τῆς αὐτῆς ἡμέρας ῥάκι’ ἀμπι‐ σχόμε|νοι ἐπ’ ἀλλοτρίαις θύραις πτωχεύουσιν, οὐδὲν | φροντίζοντες ἄρα ὅτι377
15
ἦν Οἰδίπους τὸ πρῶτο[ν] | εὐτυχὴς ἀνήρ,
εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος | βροτῶν. 2. ἐπίστανται γάρ, οἶμαι, ὅτι οὐδὲν τού|των ἴδιόν ἐστιν αὐτῶν, οὔτε αἱ βασιλεῖαι οὔ|τε ὁ πλοῦτος οὔτε οἱ Ἀλεοῦ ‘τοῦ πολυχρύσου δόμ[οι]‘, | οὔτε μὴν τὸ Ταντάλου ἢ Λαβδάκου γένος οὔτε | ἡ πενία
20καὶ φυγή, ἀλλὰ τοῦ μύθου καὶ τοῦ ποιη|τοῦ, αὐτοὺς δὲ ἀναγκαῖον ἄλλοτε ἄλλας τύχας | ὑποκρίνασθαι, μέχρις ἂν τὸ δρᾶμα διεξέλθωσι. | 3. ἡμεῖς δὲ ἀγανακτήσομεν ἐν τῷ τοῦ βίου δρά|ματι πειθόμενοι τῷ ἅπαντος τοῦδε τοῦ κόσμου | ποιητῇ θεῷ, ἐὰν ποτὲ μὲν ἄρ‐ χοντας ποτὲ | δὲ φυγάδας, ποτὲ δὲ πλουσίους αὖθις δὲ πένη‖[τας
25κελεύῃ ἡμᾶς ὑπο]κρίν[ασ]θαι; κα[ὶ ἐ]ν | [μὲν ἀρχαῖς τε καὶ δ]υνα‐ στείαις ὄντες | [οἱ ὑποκριταὶ λαμπροὶ] καὶ εὐδαίμονες εἶ|ν̣[αι] ν[ομι]ο[ῦ‐ σιν] βέ̣[βαι]α τὰ παρόντα ἡγού|μενο̣[ι], ἐν δ[ὲ δυσπραγία]ις καὶ φυγαῖς κακο|δαίμονες [ὡς πάντων ἀ]πεστερημένοι, | ἀλλ’ οὐ σχή‐ ματο[ς μὲν σ]κευὴν καὶ προσω|πεῖον μεταβεβ[λῆσθαι, ο]ἱ δὲ αὐτοὶ
30εἶναι ἔν|δοθεν, ὥσπερ σ̣ω[μ]ά[τια], ο̣ὓ̣ς̣ ἐ̣ξ̣ ἐ̣μ̣βρύων | καίσ̣[αρα]ς καὶ ἄ̣ρ̣χ̣[οντ]ας ἀν[έστ]ησαν ἔν|δοθεν, κατὰ τὰς ὑ̣π̣[ο]κρίσ̣εις παν‐ τοῖα σχήμα|τα μετ̣[α]β̣αλ̣λ̣ό̣μενοι; 4. οὐδὲ γὰρ ἐν τοῖς ἀγῶσιν | ἐπὶ τῆς σκηνῆς [οἱ τοὺς] Οἰνομάους καὶ Παν|δίονα[ς] ὑποκ[ρι]νό‐ με[νο]ι ὄντως νικῶσιν, | ἀλλὰ καὶ οἱ [πτωχοὺς καὶ] φυγάδας, ἐὰν |
35ἄμ[ει]νο[ν τοὺς δυστυχοῦ]ντας ἢ ἐκεῖνοι | τοὺ[ς εὐτυχοῦντας εἰσάγω]‐ σ̣[ι]ν̣, ὥστε εἶ|ν̣α̣[ι ad 10 ll. ἐπ]αινούμε|[νοι ad 19 ll.]αι ἐκ τῶν | [.....

96,4

ad 19 ll.]εσθαι, | ἐὰν̣[ad 9 ll. τὰς συ]μ̣φ̣ε̣ρ̣ομ[ένας] δυς|‐
πρ̣[αγίας μὴ χαλεπώτερον ἢ] τὰς εὐπραγίας φέ|ρῃ[ς, ἀποβλέπων εἰς τῶν] παλαιῶν ἀνδρῶν | τ̣ο̣[ὺς σοφ]ωτάτους̣ ο̣[ὐκ] ἐλάττω̣ δόξαν ἐκ | τῶν συμφορῶν ἢ ἐκ [τῶν ε]ὐπραγιῶν περι|[ποι]ησαμένους.378
52. τοῦτ[ο μὲ]ν γὰρ Διογένης, οὗ | μικρῷ πρόσθεν ἐπεμνήσθην, οἴκοι μὲν | οὐδὲ ἀ̣ρ̣γ̣υρ̣ο̣γν[ώμω]ν ἀγαθὸς ἐ̣δ̣όκει, φυγὰ̣[ς δὲ] | [ἐν] τῇ νέᾳ [μονῇ τῶν] ἐν Σινώπῃ καὶ .[ ]| [οὐ] μόνω̣ν, ἀ̣λ̣λ̣ὰ καὶ τῶν ἁπανταχοῦ γῆ[ς] | [εὐ]κ̣λ̣εέστερος ἐγένετο ἐν πενίᾳ καὶ φυγῇ | π̣ά̣ν̣[τω]ν [ἐνδεό]μενος· 3. τοῦτο δὲ Ἡρακλῆς οἴ|κοι μὲν ἄνθρωπος
10καὶ Ἀμφιτρύωνος υἱὸς | ἐνομίζετο, ἐπεὶ δὲ ἐ[λ]α̣υ̣ν̣όμενος ὑπ’ Εὐρυσ‐| θέως παντοίοις μὲν θηρίοις συνεπλέκετο | παντοίοις δ’ ἀνθρώποις ὡμίλει τὰ δὲ ἔσχα|τα τῷ σώματι ὑπέμενεν, τηνικαῦτα υἱὸς | Διὸς ἐνομίσθη καὶ ἀθάνατον τὸ κλέος ἐκτή|σατο. 4. ἀλλὰ μὴν καὶ Ὀδυσ‐ σεύς, ὑπὲρ οὗ καὶ Ὅμη|ρος ὡς ἀνδρὸς σοφοῦ γενομένου τὸν ἥμ̣[ι]‐
15σ̣υν̣ | λόγον πεποίηται, τῆς μὲν Ἰθάκης καὶ Κε|φαλλήνων καὶ τῶν πέριξ νήσων βασιλεύων | καὶ τὴν Πηνελόπην ἔχων καὶ τὸν οἶκον ὁλό|κληρον οὐδενὸς κρείττων τῶν νησιωτῶν | ἐδόκει, ἀλλὰ καὶ δειλίας δόξαν ἐν τοῖς Ἀχαιοῖς ἔ|λαβεν ὀκνῶν ἐπὶ Τροίαν αὐτοῖς ξυστρατεύ|σασθαι· καὶ μὴν καὶ ἐν ταύτῃ τῇ παρατάξει οὐκ | ἀγα‐
20θὸς τὰ πολέμια ἐνομίσθη, τότε δ’ οὖν ἀν|εφάνη διαφέρων τὴν ἀρετὴν ἀνήρ, ὅτε ναυ|αγίαις μὲν ἐχρῆτο, λιμῷ δὲ διεφθείρετο ‖ [το]ὺς δ̣’ [ἑτ]αί̣[ρο]υ̣ς̣ ἀ̣[πώ]λ̣λυεν, ἐς λυπρὰ δὲ | [κ̣]αὶ αἰ̣[σ]χ̣ρὰ [ῥά]κ̣ι̣[α κ]α̣τεκέκλιτο, καὶ τοῦ|[τ]ο ὑπ[ε]λέ[λ]ε̣[ιπτο, μιᾶς γυναικὸς νόμωι | [π]ειθ[ό]μεν[ο]ς. 5. τίς ἄρ’ οὕτως, εὐδρομού|σης αὐτῷ τῆς νεώς,
25Φοῖνιξ ἢ Φαίαξ ἔμ|πορος εὐρώστως γνώμης ἔχει ὡς Ὀδυς|σεὺς ἐν τῷ ναυαγίῳ; τίς δὲ Συβαρίτης ἢ | Ἴων ἢ Σικελιώτης ἀνὴρ παν‐ τοίων ὄψων | αὐτῷ πληθούσης τῆς τραπέζης οὕτως εὐ|θυ̣[μ]ε̣[ῖ]τ̣[αι] ὡς ἐκεῖνος ἐν τῷ λιμῷ; τίς δὲ φί|λων πλήθει τε καὶ δυνάμει τοσοῦ|‐ τον ἴσχυσεν ὅσον ἐκεῖνος τοὺς ἑταίρους ἀπο|βαλών; τίς δ’ ἐν ἀρχῇ
30καὶ δυναστείᾳ οὕτως τῶν | ἐχθρῶν ἐκράτησεν ὡς ἐκεῖνος πτωχεύων | ἐν τῇ αὑτοῦ οἰκίᾳ; ποῖός τις οὕτως ἀγαθὸς | ἑτέρῳ ξύμβουλος ὡς ἐκεῖνος αὐτὸς αὑτῷ ἔν | τε τοῖς ἄλλοις καὶ ἐν τού[τῳ·] „τέτλ[αθ]ι
δή, κραδί|η, φ[ησί, καὶ κύ]ντερο[ν ἄλλο ποτ’ ἔ]τλησ“; ὅτι | [.]λ̣[ ad 11 ll.] ψ̣υ̣[ad 10 ll.]α̣υστωνα̣ | [ad 12 ll.]ρ[ad 10 ll. εφ]θάρη379
35του | ...ου[ad 22 ll.]υτου̣τωι | οἰκείω[ad 17 ll.]μι̣[γνυμ]ενος. |

96,5

Ἐγὼ̣ ν̣[ῦν ὑπεῖ]ξ̣[αι οὐ θέλω] ἢ ἀπ[ο]κά]μνειν | μ̣’ ἐ̣π̣[οτρύ‐ νων ο]ὐκ ἐ̣ν̣ [εὐπρα]γίαις μόνον οὐδὲ | ἄ[λ]λ̣α̣ις, [ὥ]σ̣περ τινές, [τύχαις, ἀ̣]λ̣λὰ καὶ ἐν τούτοις | π̣[ο]λὺ μᾶλλο̣ν εἶνα[ι σοφὸς κα]ὶ ἐν[ε]π̣ιδείξασθαι. | 2. ὅπερ γὰρ τοῖς ἀθλη[ταῖς ἐσιο]ῦσιν εἰς τὸ
5στάδιον | οἵ τε φίλοι καὶ ξυνήθεις τά τε ἄλλα ἐποτρύνον|τες καὶ δὴ τοῦτο ἅμα ἐπιλέγουσιν̣, ὅτι ταῦτα [τὰ] | ἐν Πίσῃ τὰ ἐπώνυμα τοῦ μεγάλου Διός, δι’ ἃ το|σοῦτον μὲν πόνον τοσοῦτον δὲ χρόνον [τοσοῦ]|[τον] δὲ ἱδρῶτα ἐξανάλωσαν, ὧν χρῆν ἀγω|νίζεσθαι μεμνημένους μὴ μάτην σφίσιν | ἀνηλωμένα ᾖ, τοῦτό μοι δοκῶ καὶ
10αὐτὸς πρὸς | ἐμαυτὸν ἐν τῷ παρόντι ὥσπερ ἕτερος ἑτέ|ρῳ παρα‐ κελεύσασθαί τε καὶ ὑπομνῆσαι, ὅτι | αὗταί τοι πάρεισιν αἱ συμφοραὶ καὶ αἱ τῆς τύχης | μεταβολαί, πρὸς ἃς ἐκ παίδων ἤσκεις τὴν σεαυ|‐ τοῦ ψυχὴν καὶ ἐπαιδοτρίβεις, τοῦτο μὲν πα|λαιῶν ἔργων τε καὶ λόγων ἐς ἀρετὴν φερόν|των μαθήσει, τοῦτο δὲ τῶν καθ’ ἡμᾶς
15ἀξίων | λόγου ἀνδρῶν ξυνουσίᾳ, καὶ μὴν καὶ χώ|ρας ἐπὶ πλεῖστον Ἑλλάδος τε καὶ βαρβάρου | ἐφόδῳ, ὄψει τε καὶ ἀκοῇ καὶ μνήμῃ τῶν ἐν | ἑκάστῃ καὶ ὑπὲρ ἑκάστης χώρας γενομένων, | ἐς μίαν ταύτην μελέτην ἀρετῆς ξυντελούν|των. 3. ἰδοὺ τοίνυν πάρεστιν ἡ κυρία προ|θεσμία, οὐ “πεντήκοντα μηνῶν” κατὰ τὸν | Πίνδαρον
20“ἁμέρα ἑκκαιδεκάτα”, Πέλοπος | ἤ τινος Ἰδαίου Δακτύλου νόμῳ, πρὸς πάν‖[τω]ν, οὐδ̣’ ἀνδρὸς ἀλλ’ []ὑ̣πὸ̣ θεο[ῦ] τε | [κα]ὶ̣ Χ[ρ]ό̣ν̣[ου· ἐ]ν [τῇ] δ’ ἐκεῖ διατεθει|[μέ]νῃ ὥρᾳ μ̣[ό]ν[ο]ν [ἀπ]ο‐ δύντα διαγω|νί[ζ]εσθαί σ̣ε̣ δ̣ε̣ῖ̣ [μὴ ὑπ]οστελλόμενον, | εἴ τ[ί] σοι· καὶ σ[.].νουσι̣[.] τῇ τῶν πάλαι πό|νων ὠφελίᾳ μεγάλ̣[αυ]χ̣ο̣ι̣
25ἀνταγωνισταὶ καὶ πολλοὶ κ[αὶ γ]ν[ώ]ριμοι. καὶ οὐ χρὴ | καταφρο‐ νεῖν α[ὐτ]ῶν, ἀλλὰ τοὐναντίον | πειρᾶσθαι ὑπερβα[λ]έσθαι τῷ φρο‐ νή|ματι, ὥσπερ ἀντὶ π[ασ]ῶν τῶν ἀνθρω|πείων δοξῶν τε καὶ ἐπιθυμιῶν κ[α]ὶ [..] |μων καὶ ὁρμῶν καὶ ὀρέξεων, αἳ δὴ τάς| τε ἄλλας ἁπάσας ξυντυχίας ἐπιφο̣[ρ]|τίζουσι καὶ ν̣ῦ̣ν̣ τὴν φυγὴν
30αὐτὴν | χαλεπωτέραν ἐθέλουσιν ἀποδεικνύ|ειν.380

96,6

Οὐκ ἄκα̣ι̣[ρον] δὲ ἐ[ν] τῷ [παρό]ντι κ[α]|ταλέξαι τε [αὐτὰς] κα[ὶ οἶον] ὀνόμ[α]|τι κ[α]τα[κηρύξαι]. πρ[ώτη μὲν] ο̣ὖ̣ν̣ [ἡ] | [ad 26 ll.] | [ad 23 ll. δευ]|[τ]έρα δέ̣ ἐ̣[στιν ἡ ἰσχυρὰ τῶν ξυγγε‐]| ν̣ῶν τε κα[ὶ φίλων στοργὴ καὶ] ξύν[τρο]|φος ξυνουσ[ία· τ]ρίτη̣
5[δ’ ἂν εἴη] τ̣άχα̣ [ἡ] | τοῖς πλ̣[είοσιν] οὐκ [ἐατέα εἶ]ναι δο|κοῦ[σ]α π[λούτ]ο̣υ̣ τε κ[αὶ οἴκο]υ καὶ ο[ἰ]κεί|ας κτ̣ήσε[ως] ἀπόλαυ[σις· σὺν δὲ] ταύτ[η]ι, | ἧς πολλοὶ μὲν κατ[αφρονεῖν] προσπ[ο]ι|οῦνται, ἐρῶσιν δὲ̣ ἔ̣[ργῳ, ἡ τι]μῶν τε | καὶ δόξης ἐπιχωρ̣ί̣[ου ὄρεξις] κα[ὶ] ταύ|της ξύντροφος ἡ ἀ̣[δοξίας] κ̣αὶ δυσφη|μίας δημοποιήτ̣ο̣υ̣ [ἀ]πο[στ]ροφή·
10ἐπὶ | δὲ ἁπάσαις ὥσπερ ἐφεδρεύουσα μεγίς|τη τε καὶ̣ [ἡ]δ̣ί̣σ̣τ̣[η ἀ]δείας τε καὶ αὐτε|ξουσίου νομῆς π[ερι]πό[θ]ητος ἐλευθε|ρία. 2. αὖται γὰρ ἅπασαι πρὸς μίαν τὴν | τοῦ παθόντος ψυχὴν ἀνθιστά‐ μεναι | ταπεινοῦν ἐθέλουσιν καὶ καταβάλλειν | αὐτὴν καὶ ὑποσκελί‐ ζειν, ἀνίας τινὶ | ξυνάγχῃ δέουσαι καθ’ ἑκάστην τε καὶ ξύμ|πασαι
15διαλαμβάνουσαι· οὐ γὰρ ἐθέλουσιν | ἀγώνων νόμῳ πρὸς ἀλλήλας διαλαγ|χάνειν, ἀλλὰ κατὰ μιᾶς ψυχῆς ξυνις|τάμεναι ἐπιβουλεύουσιν. 3. καὶ ὁ πολὺς | ὄχλος οὖτος τῶν θεατῶν αὐταῖς συλλαμ|βάνει, ἄνωθεν ἐπικροτῶν τε καὶ παρα|κελεύων, ἅτε δὴ ξυντρόφοις τισὶν καὶ | ξυνήθεσιν οὔσαις. ἀλλ’ οὐδέν τι χρὴ ταῖς | ἐκείνων σπουδαῖς
20τε καὶ θορύβοις κατα|πλαγέντα ὑπεῖξαι· οὐ γὰρ ἐπὶ σκηνῆς |οὐδ’ ἐν Διονύσου ὁ ἀγών, ἔνθα ὁ πλείστους ‖ [δυνάμεν]ος κλαίοντας ἢ [γελ]ῶντας ἀπο|[δεῖξαι] τ̣ῇ ἐκείνων σπουδῇ ἐπιβατεύ|[ω]ν [εἰ]ς̣ [τ]ὴν νίκην ἔρχεται, ἀλλ’ ἐν Ἡρα|κλέ[ο]υς, [ἐ]ν τῷ τῆ[ς] ἀ̣ρ̣ε̣τῆς σταδίῳ· ἔργων | οὐ λόγων ὁ ἀγών. 4. κ[ρ]ότου δὲ καὶ συριγμοῦ |
25καὶ ἐπαίνων καὶ σκωμμάτων καὶ τοιού|του τινὸς παντοίου θροῦ καταφρονήσαν|τα ἐφ’ ἑαυτῷ μόνῳ χρὴ τὰς ἐλπίδας ἔχον|τα γυμνῇ τῇ ψυχῇ ὑφ’ ἡλίῳ λαμπρῷ καὶ | κόνει αὐχμηρᾷ ἐγκαρτερῆσαι. μεγάλα γὰρ | τὰ ἆθλα πρόκειται εὐδαιμονίας, εἰ μηδὲ | ἐπὶ τούτοις ἀνιασόμεθα.

96,7

Καὶ πρώτην τοι̣ | καλῶ τὴν τῆς πατρίδος ἐπιθυμίαν· αὕτη | γὰρ εὖ οἶδα ὅτι ἡμῖν καλλωπιεῖται πολλοῖς | καὶ εὐπρεπεστάτοις
σχήμασιν προβαλλο|μένη πατρῷόν τε ἔδαφος καὶ γῆ[ν, ἵ]ν̣’ οἱ | πρόγονοι ἡμῶν ἐξέτι πα[λ]α̣ιτ̣[άτο]υ̣ νο|μῶι ἐπεχέαν̣τ̣[ο κα]ὶ̣ οἰκεῖ[οι381
5κατασ]τάν̣|τ̣ες τέ[λος ἐγ]χ[ώριοι ἐγ]ένοντ̣[ο,
καὶ βωμοὺς] | θεῶ[ν
γυμνάσια θ’ ο]ἷσιν ἐν[ετράφην] | Δίρκ̣[ης θ’ ὕδω]ρ,
[ὧν οὐ δικαίως ἀπελα]|θεὶς ξ[έ]νην π̣[όλιν
ναίω, δι’ ὄσσων νᾶμ’] | ἔχων δακρύ̣ρ[ροον].
10τ[αῦτα ὁ τοῦ] Εὐ|ριπίδου Πολ[υνείκ]η̣ς λέγ[ε]ι̣ [πρὸς] μη|τέρα. 2. ἀλλά, ὦ Π[ολύ]νεικες, πρό̣[ς σέ τ]οι | ἤδη ποιήσομαι τοὺς λόγους· [ᾧ τ]ὴ̣ν | πατρίδα τ̣ὴν ἑαυτοῦ φιλεῖ̣[ν παρ]έχει | καὶ οἰκ̣[εῖν] ἀλ̣ύπως, μέν̣ε̣[ιν χρὴ] καὶ | ἐπαμύ̣ν[ει]ν αὐτῇ καὶ μήποτ[’ ἑκ]όν|τα ἐκλιπεῖν· ἀπελασθέντα δὲ [καὶ] διω|χθέντα, ὥσπερ ὁ̣ σὸς πολίτης Πίνδα|ρός
15φησιν, “ἐν δίκᾳ τε καὶ παρὰ δίκαν”, | μήτε κλαίειν ἐν τοῖς τῆς μητρὸς κόλ|ποις ὥσπερ τὰ παιδία, μηδ’ οὖν λάθρα | φοβούμενον ἐντὸς τειχῶν παρεῖναι | “ὥστε ξιφήρη χεῖρα ἔχειν δι’ ἄστεως”, | μηδὲ μὴν στρατιᾷ ἐλάσαι ἐπὶ τὴν | πατρίδα, ἣν αὐτὸς φῂς φιλτάτην εἶναι | βροτοῖς, μηδὲ τῷ ἀδελφῷ μονομα|χεῖν βωμῶν τε ἕνεκα καὶ
20ὕδατος καὶ | γυμνασίων, ἀλλὰ καρτερεῖν τῇ ἀνάγκῃ | καὶ ἀσπάσα‐ σθαι τὰ παρόντα. 3. καὶ γὰρ ἐν | Ἄργει βωμοὶ θεῶν καί, ὃ τῶν βωμῶν ἱε|ρώτατόν ἐστιν, οἱ θεοὶ αὐτοὶ καὶ ἡ τῶν | θεῶν φύσις καὶ πρόνοια καὶ ὁ αὐτὸς Ἀργεί|οις Ἡρακλῆς πατρῷος· καλὰ δὲ καὶ τὰ ἐκεῖ | γυμνάσια, καὶ τὸ Λέρνης ὕδωρ, ἐὰν μὲν | ὡς ἐλεύθερος
25πίνῃς, οὐδέν σοι φανεῖται | τοῦ ἐν Θήβαις καταδεέστερον, ἐὰν δὲ λυ|πούμενος πίνῃς, πικρόν σοι φανεῖται, ‖ ὥσπερ [οὐδέ σοι] φυ‐ γόντ[ι ἱ]κανὸ[ν τ]ὸ̣ Χοάσπου σοι | ἀκολουθ̣[οῦν· εἰ] γάρ τι κ[αὶ] “πολυδ[ί]ψιον” τὸ Ἄργος | εἴρηται, [πῶς δή]που ἅπασιν μὲν Ἀργείοις εἰς τὸ | νῦν διψ[ῶσιν ἤρ]κει π̣ι̣[εῖ]ν, ἑνὶ δὲ Θηβαίῳ φυ‐
30γά|δι οὐκ ἀρκ[εῖ;

96,8

Κ]αθόλου δὲ περὶ μὲν θεῶν οὕτω | χρὴ διανοεῖσθαι, ὡς
ἀνδρὶ μὲν πονηρῷ καὶ ἀ|δίκῳ οὐδαμ[οῦ] ὑπακουσομένων, ἐάν τε ἐν τῇ | πατρίδι αὐτοῖς εὔχηται ἐάν τε, ὡς ἀνυστόν, ἐγ|γυτάτω πέλας τοῦ οὐρανοῦ, ἢ [ἐ]ὰ̣ν ἐν Τροίᾳ, ἔν|θα μάλιστα, ὡς Ὅμηρος382
5λέγει, θεοὶ ἀνθρώποις | ὡμίλησαν· καὶ γὰρ ἐκεῖ ἡ μ[ὲν] Ἀθηνᾶ τὸν | μὲν Αἴαντα ἀπεστράφη, ταῖς δὲ Τρῳάσιν εὐχο|μέναις “ἀνέ‐ νευσε δὲ Παλλὰς Ἀθήνη” λέ|γει Ὅμηρος, λέγει δὲ καὶ ἐφ’ ἑτέρου „λίπε[ν δέ ἑ] | Φοῖβος Ἀπόλλων“· τὸν δὲ Σάμιον Πολυ|κράτην ἡ Τύχη π[ρο]ὔ[δω]κ̣εν· 2. ἀ̣ν̣δ̣[ρὶ δ’ ἀ]γαθῷ | καὶ ὁσίῳ [τοὺς θεοὺς
10ἁπ]α̣νταχοῦ [ὑπακουσομέ]|νους ἐά̣[ν τ’ ἐν....· Ἀθ]η̣ναίων̣ Ἀ̣ρ̣[είῳ πάγῳ] | αὐτοὺς καλ̣ῇ̣ ὅπου [Ἀπόλ]λω[ν Ὀρέστῃ διε]|λέγετο, ἐάν τε ἐν̣[......] καλ[ῇ ὅπου Παλ]λ̣ὰ̣ς | Ὀδυσσεῖ διελέγετο, ἐάν τε ἐν τ[ῷ Σκοπαδῶ]ν | συμποσίῳ ὡς [Σιμω]νίδης ὁ π[οιητής, ἐ]άν | τε ἐξ Ἄιδου ὅπου Πρωτεσιλάου̣ κ̣α̣[λέσαντ]ος | τοὺς οὐρα‐
15νίου[ς] ὑπακοῦσαι λέγο[υσιν ἢ ἐ]ὰν | ἐν θαλάσσῃ εὔξηται, τοῦτ̣[ο] δ̣ὴ το[ῦ λόγ]ου, | ἐπὶ ῥιπὸς π[λέ]ων, ὥσπερ Ὀδυσσεὺς ἐπὶ τῆς σχε‐| δίας ἢ Ἀρίων ὁ Μηθυμ̣ναῖος ἐπὶ δελφῖνος | ὀχούμενος. 3. καὶ Ἀρίονα μ̣[ὲ]ν̣ ἰ̣χ̣[θὺς] εἷς ἔ|σωσεν, τῷ δέ γε Αἴαντι οὐδ’ ἡ πέτρα ἀσφα|λὲς ὄχημα ἦν. εἰ γὰρ Ἀθηνᾶν μὲν Ἀθηναί|οις μόνοις, Ἥραν δὲ Ἀρ‐
20γείοις μόνοις, τὸν δὲ | Δία Ἠλείο〈ι〉ς, καὶ ἄλλον ἄλλῃ πόλει θεῶν συγ|χωρήσομεν, “πολλαί κεν πόλιες” κατὰ τὸν | Ὅμηρον “δευοία‐ το”, οὐκ οἰνοχόου, ἀλλὰ θεοῦ. | ὅπου δὲ οὐδὲ συμπόσιον ἄνευ οἰνο‐ χόου οἷόν | τε διοικηθῆναι, ἦ πού γε πόλις καὶ χώρα καὶ ἔ|θνος ἅπαν δύναιντ’ ἂν ἄνευ θεοῦ περιγενές|θαι; ὅπερ μοι δοκεῖ καὶ
25ὁ Ἄμμων δηλῶσαι μά|λιστα, ὃς Ἀφυταίοις ἀπὸ Θρᾴκης χ̣ρ̣ωμέ‐ νοις πο|τὲ ἀνεῖλεν μηκέτι πέμπειν εἰς Λιβύην ἐπε|ρωτήσοντας αὐτόν, ἀλλ’ ἐκεῖ̣ ἐ̣[ν] τ̣ῇ Θρᾴκῃ πυν|θάνεσθαι ὡς κἀκεῖ ὑπακουσο̣μ̣ένου, καὶ ὑπήκου|εν.
φοιτᾷ γὰρ ἐπ’ οἶδμά τε πό[ντο]υ
30γᾶν τε καὶ λει|μῶνας εὐ‐ φύλλους δι’ ἀπε̣ί̣ρ̣α̣τ̣[ο]ν̣ ο̣ι̣ον ὕδωρ |
Ζεὺς ὁ πάντ’ ἐποπτεύων.383

96,9

Περὶ δὲ τῶν τε‖θνεώτω[ν εἰ] μὲν ὡς οὐκ ὄντων τις δια‐| νοεῖται, [ἀκόλου]θον αὐτῷ μηδαμοῦ αὐτοὺς | εἶναι νο[μίζει]ν· εἰ δὲ Πλάτωνός τε καὶ | Ὁμήρου [λόγοις] π[ε]ι[θό]μενος ἀθανάτους | εἶναι τὰς [ψυχὰς] ἡγεῖται, ἄξιον αὐτῷ καὶ | ἐνταῦθα Ὁ̣μ[ήρ]ῳ
5πιστεύειν, [ὃς] τῷ Ὀδυσσεῖ | ἐν Κιμμερίοις τὸν βόθρον ὀρύξαντι, καὶ τοῦτον | οὐ βαθύν, καὶ τὰ πρόβατα καταθύσαντί φη|σιν ἅπαν‐ τας τοὺς νεκροὺς αὐτόθι ὑπακοῦσαι, | ὡς παρ’ ἐκείνῳ τῷ βόθρῳ κατορωρυγμένους, | καὶ τὴν μητέρα τὴν ἐν Ἰθάκῃ ἀποθανοῦ|σαν καὶ Ἀχιλλέα τὸν ἐν Τροία τεθαμμένον | Ἐλπήνορά τε τὸν οὐδέπω
10ταφέντα καὶ Αἴ|αντα οὔτε γνώμῃ οὔτε γένει προσήκον|τα, προσέτ[ι δὲ Τυρὼ τ]ὴν Σαλμωνέως | καὶ Χλῶρι[ν τὴν Ἀμφίονος], καὶ ἄλλας πολλὰς γ[υναῖ]|κας, ἃς οὐδ̣’ [ἐπιστάμεθα οὔ]τε ὅπου οὔτε [ὅπως] | ἀπέθανον. 2. [οὐ μὴν ἀλλὰ τὸ μ]ὲν ο̣ἴκοι ταφ[ῆναι] | περὶ πολλοῦ [ἐποιήσ]α̣ν̣τ̣ο̣ [ο]ἱ Ἀθηνα[ῖοι· τε]κμαίρομαι [δ’ ἐκ τοῦ] τ̣ε πολυαν‐
15δρείο[υ καὶ ὅ]|τι Θησέα ζῶντ[α ἐκ τῆς π]ατρίδος ἐξελάσαν|τες τετρακοσίοις ὕστερον ἔτεσιν νεκρὸν | ἐκ Σκύρου κατήγαγον, καὶ τὰς μὲν [ἐν Δήλῳ] | αὖ ταφὰς ἐκ̣[άθαιρ]ον, ὡς οὐχ ὅσιον οὔ[τε τὸ ἐν]|θάπτειν οὔ̣[τε τὸ ἐ]ναποθνῄσκειν τῇ [νή]|[σ]ῳ· [α]ὐτοὶ δὲ Κέκροπα̣ μὲν ἐν ἀκροπόλει | ἔθαπτον, τ̣ὰ̣ς̣ δ̣ὲ̣ Ἐρεχθέως θυγατέρα〈σ〉
20π̣α̣ρ̣’ | αὐτῇ σχεδὸν τῇ Πολιάδι. 3. ἐγὼ δὲ καὶ τοῦ Αἰγυπτί|ου ὄρνι‐ θος τοῦ φοίνικος καταγελῶ, ὃς πολ|λαῖς γενεαῖς τῆς πατρίδος ἀποδημήσας | μιᾶς ἕνεκα ἡμέρας ἐπάνεισιν ἐν Αἰγύπτῳ | ἀποθα‐ νεῖν, ὥ[σπε]ρ τῆς ἄλλης ἁπάσης γῆς | οὐχ ἱκανῆς οὔσης ἑνὶ ὄρνιθι ἐνταφῆναι· | Ἐγκελάδῳ δὲ καὶ Τυφῶνι βραχὺ μέ|ρος Σικελίας
25ἐ[ξή]ρκεσεν.

96,10

Τὴν δὲ πατρίδα | φιλῶ μὲν [καὶ αὐ]τὸς οὐδενὸς δεύτερος καὶ | ἑκὼν αὐτῆς οὐκ ἄν ποτε ἀπελείφθην· λο|γιζόμενος δὲ εὑρίσκω οὐδὲν ἕτερον οὖ|σαν ἢ ἐν ᾗ οἱ πρόγονοι ἡμῶν κατῴκη|σαν ἢ διέ‐ τριψαν. ὅτι γὰρ οὐκ ἐν ᾗ αὐτοὶ | ἐγενόμεθα, δῆλον ἐκ τούτου· πολλοὶ
5γὰρ | ἑτέρωθι γεννηθέντες ἑτέραν πατρίδα | νομίζουσιν. 2. εἰ δὲ τοῦτό ἐστιν πατρίς, τὸ | σύνηθες τοῖς προγόνοις χωρίον, τί δὴ | οὐχὶ τῇ αὐτῇ γνώμῃ καὶ ταύτην φιλη|τέον, ἐν [ᾗ] τὰ νῦν διατρίβο‐ μεν; πο‖λὺ γὰρ ἑκά[στῳ ἐγγυτέ]ρω ἐν ᾗ αὐτός τις οἰκεῖ ἒν ᾗ οἱ πρόγονοι | αὐτοῦ ᾤκ[ησαν, τοῖς δ]ὲ̣ ἐξ ἐμοῦ γενησομένοις ἡ αὐτὴ384
10αἰτία καὶ | πολὺ δικα[ιοτέρα τὴν] ἐμὴν ἀναγκαίαν ἐνδιαίτησιν πα‐ τρίδα | ποιεῖν .[..]. α̣δ[8 ll.]ς ὑπεδέξατο φεύγοντα. τοῦτο ὁ Λέσβι|ος Ἀλκαῖος λέγει, ἀ[νὴρ πε]ρί [γ]ε τὴν πατρίδα φιλοστοργό‐ τατος. 3. καί|τοι αἰεὶ ἐς [τ]οὺς ἀρχα̣[ίους τὸ] αὑτοῦ γένος ἀ̣ναφέρων καὶ ὅλης τῆς πα|τρίδος τῆς ἑαυτοῦ [ἢ ἀπο]ικήσαντας [ἐπ’] ἄλλης
15γῆς ἂν εὕροις, ὡς Αἰ|γινήτας ἐς Θυραία[ν, ἢ ἐσ]οικισθέντας ἑτέρω‐ θεν, ὥσπερ Ἴωνάς τε | καὶ Αἰολέας καὶ τὸ Δώριον ἅπαν, τοὺς δὲ καὶ φυγῇ τῆς οἰκείας ἐξελας|θέντας, Ἕλληνάς [τε ε]ἰς βαρβάρων, ὥσπερ Ἀργείους ἐν Ἀμφιλόχοις | καὶ Ἀρκάδας τοὺς ξὺν Δαρδά‐ νῳ ἐς Φρυγίαν καὶ Ἐρετριεῖς τοὺς ἐξ | Εὐβοίας ἐν Σούσοις τοῖς
20Περσικοῖς, βαρβάρους τε ἐς Ἑλλήνων, οἷα δὴ | Θρᾷκας τοὺς μετ’ Εὐμόλπου ἐν τῇ Ἀττικῇ Φοίνικάς τε καὶ Ἄραβας τοὺς | σὺν Κάδμῳ ἐν Θήβαις ταῖς Βοιωτίαις. ὥστ’ ἐὰν [τὰ] τοιαῦτα εἰς τὸ | παλαί‐ τατον ἀρχαι̣ο̣λογῇς, ἅπαντας ἁπαντα[χο]ῦ ξένους τε καὶ φυ|γάδας εὑρήσε[ι]ς· [αἰτία γάρ π]ο̣υ, ἣ μεγίστη δήπ̣[οτ’ ἔκ]τιζεν τὰς πό‐
25λεις, | ἐγένετο ἡ τη[νικαῦτα στά]σις τε καὶ ἔ[ρ]ι̣ς̣. 4. ε[ἰ] δέ [τι]νες ὀλίγοι αὐ|τόχθονες εἶ̣ν[αι ἡγούμε]νοι ἐπὶ τούτῳ μ̣[έγα φρον]οῦσι̣ν, οὗτοι ὄν|τ̣[ω]ς̣ ἀλαζον[εύονται· ἦ]ν γάρ τοι καὶ μυῶ̣ν̣ καὶ̣ ἄ̣[λλων ε]ὐτελεστέ|ρ[ων] ζῴων [χθονογέ]νεια, ἀνθρώπῳ δὲ ὄντι οὐ κα̣λ̣ὸ̣ν̣ μὴ | ἐξ̣ ἀν̣θρώπο[υ γενέσθαι]. εἰ δ’ αὖ διὰ τοῦτο πρ̣ὸ̣ς τὴν γῆν̣ ο̣ἰ̣κειό‐
30τε|ρον ἑτέρων [ἁπά]ντ[ων ὁμο]ιοῦνται, ἀλλ’ οὐχ ὥσπερ ἐκ τρυμα‐
λιᾶς | ἐξαναδύντα χρὴ [.... ἐκ]εῖνο τὸ καθ’ αὑτὸν μέρος μόνον περι|έπειν, ἀλλὰ πᾶσαν τὴν γῆν οἰκεῖν ὡς πάντων μητέρα καὶ | τροφὸν τὴν αὐτὴν οὖσαν.385

96,11

“Ἓν φῦλ[ο]ν ἀνθρ[ώπ]ων, μί’ ἔδειξε | πατρὸς καὶ ματρὸς ἡμᾶς ἁμέρα”. “εἷς μοῦν[ος] ἀνθρώποις θε|ὸς [εἵσα]το κοι‐ ν[ὰν] ἁλίο[υ] μοῖραν φυλάττων τάνδε”
5ἐν ᾗ | ἄν̣ τ̣ις τραφῇ γλῶσσαν παραλλά[ξ]α̣ι. 2. κ̣αὶ γάρ τοι ὁ θεὸς μίαν | μὲν τοῖς νηκτοῖς πατρίδα ἀπέδειξε τὴν θάλατταν, ἕνα δὲ | τοῖς πτηνοῖς τὸν οὐρανόν, τοῖς δὲ ἃ χερσαίαν φύσιν ἔχει | τὴν γῆν, ἀσφαλὲς ὄχημα ὑποθεὶς οὐρανῷ τε ὀροφώσας καὶ | ὠκεανῷ τειχί‐ σας, [ἀπ]ένειμεν. 3. οἱ μὲν οὖν ὄρνεις καὶ ἰχθύ|ες φυλάττουσι τὴν
10παρὰ τοῦ Διὸς παραδοθεῖσαν | κληρουχίαν, καὶ τὰ ἄλλα δὲ τὰ χερ‐ σαῖα ἅπαντα ζῷα· ἄνθρω|ποι δὲ ὑπὸ πλεονεξίας τὴν γῆν δ̣ιανέ‐ μονται, κατακερμα|τίζοντες τὴν τοῦ θεοῦ δωρεὰν καὶ διορίζοντες πρὸς ἀλλή|λους, πρὸς μὲν Ἀσίαν τε καὶ Εὐρώπην καὶ Λιβύην πο‐ ταμοῖς, | πρὸς δὲ τοὺς πλησιοχώρους ὅροις, πρὸς δὲ τοὺς ἐμφυλίους
15τεί|χεσιν, πρός γε μὴν τοὺς ὁμοπατρίους οἰκίαις, πρὸς δὲ τοὺς ξυν|‐ οίκους θύραις, ἤδη δὲ καὶ τοὺς ὁμωροφίους λάρναξίν τε καὶ κι|βω‐ τίοις διακρίνουσιν. 4. ἐξ ὧν οἵ τε πόλεμοι καὶ πολιορκίαι καὶ | “κα‐ τασκαφαὶ δόμων” καὶ δῃώσεις, ὡς ἐπ’ ἀλλοτρίαν τὴν γεί|τονα γῆν στρατευομένων, πολλάκις δὲ καὶ ἐν τῇ αὐτῇ χώρᾳ, | τῶν μὲν
20Ἐρεχθεῖ τῶν δὲ Εὐμόλπῳ ξυστρατευσαμέν[ων], | ἐστὶν δ’ ὅτε καὶ εἰς τρία διῃρημένων καὶ τῶν παράλων | Μεγακλεῖ τῷ Ἀλκμαίω‐ νος, τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργῳ ‖ τῷ Ἀριστολαΐδου, τῶν δὲ ὑπερακρίων Πει|σιστράτῳ τῷ Ἱππίου ἑπομένων· 5. καὶ μὴν | καὶ τῶν ἐν τῇ αὐτῇ πόλει στάσεις, τῶν μὲν | ἐξ ἄστεως τῶν δὲ ἀπὸ
25Φυλῆς μαχομένων, ἄλ|λα τε ὅσα τὸ Ἰωνικὸν ἅπαν καὶ Δώριον καὶ Πε|λασγικὸν γένος καὶ πολλὰ ἄλλα ἔθνη Ἑλλήνων | τε καὶ βαρβά‐
ρων διώκισάν τε καὶ ξυνέχεαν, | Ἐτεοκλέους τε πρὸς Πολυνείκην διαφοραὶ | καὶ τῶν Ἡρακλέους παίδων καὶ νὴ Δία γε ἑτέ|ρων ἀδελφῶν οὐ τυραννίδα ἀλλὰ μίαν | οἰκίαν διανεμομένων.386

96,12

Αἱ δὲ γέρανοι | ἡμῶν μεγαλοφρονέστεραι· ἐκ γὰρ Θρᾳ‐ κῶν | εἰς Αἴγυπτον ἀπιοῦσαι οὔτε Θρᾴκην ἡγοῦν|ται πατρίδα οὔτε Αἴγυπτον φυγήν, πρὸς δὲ | τόπο̣ν ἀλληλίσμα̣τ̣α̣ σφίσιν εἶναι ταῦτα, | χειμῶνός τε καὶ θέρους ἐνδιαιτήματα. τὸ | δὲ τῶν Πυγμαίων ποιη‐
5τικὸς ἄρα μῦθος ἦν. | ἀλλὰ γὰρ κἀκείνας ὁ χειμὼν ἐκ Θρᾴκης ἐλαύ|‐ νει, ὥσπερ ἡμᾶς ἡ τύχη ἄλλον ἀλλαχόθεν. | ὄρνις δὲ οὔτε Πυγμαίοις οὔτε ἄλλῳ ὄρνι|θι ὑπὲρ μέρους ἀέρος διαφέρεται, οὐδὲ μὴν | ἰχθὺς ἰχθύι αἰγιαλοῦ ἕνεκα ἢ πέτρας ἐπι|βουλεύει, ἀλλ’ ἔνθα ἂν διατρίβῃ τῆς θαλάτ|της, ἐν τῇ αὑτοῦ πατρίδι διοικεῖν οἴεται. 2. ἀλλὰ | μὴν
10καὶ ἀνθρώπων, οἳ τοιοῦτον ἐμιμήσαν|το, τὴν ἀρετὴν οὐκ ἀφαιρή‐ σομαι. Ἀθηναῖοι | μέν γε οὐ τὴν Ἀττικὴν μόνον, ἀλλὰ καὶ | τὴν γῆν ἐκλιπόντες εἰς τὰς ναῦς ἐνέβησαν | τὴν ἐλευθερίαν τῶν τειχῶν καὶ λίθων προ|τιμήσαντες, ἐκεῖ δὲ ἡγούμενοι σφίσιν εἶ|ναι τὰ πάντα ἔνθα ἂν μετὰ ἀρετῆς καλῶς | ἀγωνίζωνται. 3. Φωκαιῆς δὲ
15τῇ οἰκουμένῃ | οὐκ ἀρεσκόμενοι μύδρους καθέντες εἰς τὴν | θάλατταν ὤμοσαν μὴ πρότερον οἴκαδε | ἐπανελεύσεσθαι ἢ τοὺς μύδρους ἀναπλεῦ|σαι· καὶ νῦν ἔτι Φωκαιῆς Μασσαλίαν οἰκοῦ|σιν πόρρω τῆς ἑαυτῶν πρὸς τῷ Τυρρη|νικῷ πελάγει ᾠκισμένοι. 4. Ἀμαζόνες δὲ Ἄ|ρεως θυγατέρες ἐνομίσθησαν, ὅτι Θερμώ|δοντα ποταμὸν
20ἐκλιποῦσαι ἐπὶ πᾶσαν γῆν | ἐπ’ οἰκίαν ᾔεσαν· εἶτα Ἀμαζόνες μὲν γυ|ναῖκες οὖσαι καὶ Σκύθαι καὶ Σαυρομάται | λῃστείας καὶ ἁρπα‐ γῆς ἕνεκεν μίαν πόλιν | οὐ ποθοῦσιν, ἡμᾶς δὲ τοῦ μὴ κακοδαιμό|νως ζῆν χάριν μηδὲ ὀδυρομένως οὐκ | ἄξιον, οὐ μὰ Δία μισῆσαι τὴν πατρίδα (τοῦτο | γὰρ οὐδὲ εἰπεῖν ὅσιον), ἀλλὰ μὴ ἀκαίρως πο|θοῦν‐
25τας ἀνοήτους ἀχθηδόνας τῇ ψυχῇ | ἐπιφέρειν, τὴν δὲ τῆς πατρίδος μνήμην | χαρᾶς μᾶλλον ἢ λύπης αἰτίαν ποιεῖσθαι;

96,13

Εἰ|σὶν δὲ οἳ οὐ φυγὴν μόνην, ἀλλὰ ἀποδημίαν | τὸ ἔσχατον κακῶν ἡγούμενοι ὑπὸ φιλοχωρί‖ας αὐτοὶ σφᾶς αὐτοὺς ἐς τὰς πα‐ τρίδας | τῇ γνώμῃ φυγαδεύουσιν ἑκόντες | οὐ κατὰ ἀνάγχην προστι‐
θέμενοι.387
5
“μῶρος | δ’ ὅστις ἀνθρώπων πόλιν” ᾗ ἂν ἐμμένῃ |
“θ̣ε̣ὸν κείναν σεβίζειν μοῦνον ἐλπίζει | καλοῖς.
εἰσὶν γάρ, εἰσὶν ἀξιοπάμονες ἄλλαι, |
κ̣αὶ μέλονται πρός τινος, ἢ Διὸς ἢ γλαυκᾶς | Ἀθάνας.” 2. ἐμοὶ δέ, ᾧ καὶ πρὸ τῆς ἀναγκαίας φυγῆς τὸ | πλεῖστον τοῦ βίου
10ἀνὰ πολλὰ μέρη γῆς τε | καὶ θαλάσσης ἀνδρῶν τε ἀλλοθρόων ἐκδή|‐ μοις ἐπιμειξίαις ἀνάλωται,
ἔργον δέ μοι οὐ | φίλον ἦεν
οὐδ’ οἰκωφελίη, ἥ τε τρέφει | ἀγλαὰ τέκνα,
ἀλλά μοι αἰεὶ νῆες ἐπήρε|τμοι φίλαι ἦσαν
15
καὶ πόλεμοι καὶ ἄκον|τες ἐύξεστοι καὶ ὀιστοί, οὐ καιρὸς ὀδύ|ρεσθαι τὴν παροῦσαν ἀποδημίαν, ὡς | [ὑπ]ερ̣ά[ν]ω̣ τοῦ τῆς πατρίδος π[όθ]ο̣υ τυγχά|[νο]ντ[ι],
ὡ̣ς οἶδά γ’ αὐτὸς ὡς ἐπαιδεύθην | ξένος, [ὥ]σπερ ὁ τοῦ Σοφοκλέους Θησεύς, |
20
[χὤς τις π]λεῖστ’ ἀνὴρ ἐπὶ ξ[έ]νη[ς]
ἤθλη|[σα κινδυ]νεύμ[α]τ’ 〈ἐν〉 τὠμῷ κάρᾳ. 3. ἢ τότε | [μὲν κ]α̣ὶ γονέων μοι ζώντων, ἔτι | [δὲ τῆ]ς φιλτ̣άτης μοι πάντων ἀδελφῆς | αὐ̣[τῆς ο]ὔσης, ἧττον τὰ οἴκοι φίλα ἐποι|ού[μην ὅ]τι μοι νέῳ ὄντι καὶ ἐπ’ ἀξιώμα|τος δῆθεν λαμπρότητι ὁ στόλος
25ἐγίγνε|το, “νῦν δὲ” δή, “ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλ|[λ]ων μῦθον ἀκούων πυνθάνομαι” καὶ | ο̣ἱ̣ μὲν τεθνᾶσι ἐγὼ δὲ σὺν τῇ λοιπῇ οἰκί|ᾳ ἀποδημῶ καὶ τὸ τῆς ἀνάγκης ἅμα | ἰσχυρὸν προσγέγονεν, ἧττον εὐθυμή|σομαι; ἢ λαμπρυνοῦμαι ἐκείνοις μᾶλλον | ὅτι ἑτέρων
ἦρχον ἢ τοῖς νῦν, ἐάν γ’ ἐμαυ|τοῦ ἄρξαι δυνηθεὶς (ἥπερ μεγίστη388
30ἀρ|χὴ ἦν) ὑπεράνω γένωμαι τῶν δεινῶν; | 4. ἀρχὰς μὲν γὰρ καὶ τιμὰς ἐξ ἀνθρώπων | καὶ τοῖς οὐδενὸς ἀξίοις πολλάκις ἔδω|κεν ὁ θεός, οὐδὲν μέγα διδόναι νομί|ζων, ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ ἀφαι‐ ρε|τὰς ὥσπερ τὰ χρήματα· γνώμην δὲ | δυναμένην ἀρχαῖς τε μὴ ἐπαίρεσθαι | καὶ ξυμφοραῖς μὴ ταπεινοῦσθαι οὔτε πολ|λοῖς ἔδωκεν
35οὔτε δοὺς ἀφείλατό πω λα|βόντας.

96,14

Εἰ δ’ ἐμὲ ξένον καὶ ἀλλότριόν | τινες τῶν ἐπιχωρίων νο‐ μιοῦσιν, ἀλλ’ | ἐγὼ πολίτας ἐκείνους καὶ πατρίδα τήν|δε τὴν γῆν λόγῳ τε καὶ ἔργῳ τίθεμαι (κρείτ|των γὰρ ὁ θεὸς οἰκιστής, ὅς με εἰσῴκισεν | ὅπῃ τε καὶ ὅπως ἐκείνῳ φίλον, πολὺ | μᾶλλον ἢ Κάπυς
5τε καὶ Ἶλος καὶ Ἀλέξαν|δρος καὶ εἴ τις ἄλλος μικρὰν μοῖραν ‖ γῆς τείχεσιν π̣εριγράψ̣α̣[ς] ἐπώνυμον ἑαυτοῦ | ἐποιήσατο) ἄνδρα τε εὔνουν πολὺ οἰκειότε|ρον καὶ πόλει καὶ ἰδίᾳ ἐκάστῳ νομίζω ἢ ὅς|τις φυλῆς τε καὶ φρατρί̣ας καὶ ξυγγενείας ὀνό|ματι ἐπαιρόμενος τοῖς ἔργοις ἀλλότριον αὑ|τὸν ἀποφαίνει· οὐ γὰρ οἱ νόμοι οὐδὲ τὸ με|τοί‐
10κιον πολίτας ἢ ξένους, ἀλλ’ ἡ γνώμη | ποιεῖ. 2. ᾖ καὶ αὐτὸς θαρρῶν ἐμαυτὸν οὐ | γράμμασιν ἀλλὰ εὐνοίᾳ τῇδε τῇ πόλει ἐγ|γράφω, Δία τε πατρῷον τὸν αὐτὸν καὶ ξένι|ον καὶ φίλιον προστάτην ποιού‐ μενος καὶ | Ἑστίαν κοινὴν θεῶν τε καὶ ἀνθρώπων | μητέρα παρε‐ χόμενος ξενίαν τε τράπε|ζαν πολὺ τῆς ἰδίας ἑκάστῳ αἰδοιεστέραν, |
15εἴ τις ὁσίως αὐτῆς προσάπτοιτο. ἢ γὰρ οὐκ | αὐτὴ ἡ ξενία τρά‐ πεζα καὶ Πρίαμον Ἀχιλ|λεῖ ξυνέστιον, ἡ̣ [δ]έ γε Ἀτρέως πατρῴα τις̣ νομ[ιζομέν]η̣ [ἐχ]θρότατον τὸν ἀδελφὸν ἀπέ̣[δειξε κἀπέπ]ε̣μψεν τοιαύτης | θοίνης ἐ̣μ[π]λήσασα; πρὸς μὲν δὴ τοὺς | ἐπιχωρίους ταῦτα ἂν εἴη μοι οὐ τὰ τυχόν|τα “δέραια καὶ γνωρίσματα”, πολὺ
20δ’ ἔτι | πλείω γένοιτ’ ἂν καὶ μείζω. 3. ὁ γάρ τοι | χρόνος προϊὼν ἅπαντας ξυνηθεστέ|ρους ποεῖ, τέως δὲ χρῆν ἀνθρώπους ὄν|τας τὸν μὲν οἰκεῖον εὐνοίᾳ, τὸν δὲ ξένον | φιλοφροσύνῃ δεξιοῦσθαι· κυνῶν γὰρ τοιαύ|τη φύσις, πρὶν καὶ εἰδέναι εἴτε τινὶ χρηστῷ | ἑτέρῳ κυνὶ εἴτε καὶ πονηρῷ ἐνέτυχεν, | πρὸς τὴν πρώτην ἔντευξιν τοῦ
25ἀήθους | ἀγριαίνειν. διόπερ τῷ Ὁμήρῳ οἱ Ἕλληνες | πεποίηνται τῶν ξένων τοὺς ἐντυγχάνον|τας πρότερον ἐφ’ ἑστία〈σι〉ν παρακα‐ λοῦν|τες, μετὰ δὲ τὸ δεῖπνον τίνες τε καὶ πό|θεν εἶεν ἐξετάζοντες, ὡς μὴ αἱ πύστεις | ἔσθ’ ὅπῃ ἐναντί〈αι〉 οὖσαι ἐμπόδιον γένοιν|το τῆς ὑποδοχῆς τῇ φιλανθρωπίᾳ.389

96,15

Ἡ δὲ | τῶν οἰκείων φίλων τε καὶ ξυγγενῶν | ἐπιπόθησις τοῦ τῆς πατρίδος ἔρωτος ἐξηρ|τημένη δεύτερον ἐπ’ ἐκείνῳ ἀγώνις|μα προτέθειται, γενέσεώς τε καὶ τῆς ἐκ | παίδων κοινῆς ἀνατροφῆς 〈ἀναγκαιότητασ〉 ἀναμιμνῄς|κουσα, διδασκαλείων τε ξυμφοιτήσεις
5καὶ | γυμνασίων ὁμοήθεις διατριβάς, ἡλικιωτῶν | τε καὶ ξυνεφήβων τερπνὰς ὁμιλίας, ὥς|περ φίλτρα ταῦτα καὶ δελέατα τῇ ψυχῇ | προσ‐ βάλλουσα. πρὸς ἣν ἐγὼ ἐλάττονος | ἡγοῦμαι δεήσεσθαι πόνου τε καὶ ἱδρῶτος. | 2. τὸ μὲν γὰρ τῆς πατρίδος ἐξ ἀκινήτων τε | καὶ ἀψύχων ξυγκείμενον τὸ ἐμὸν τῆς αὐ|τόθι διατριβῆς ὑπὸ ἀνάγκης
10ἐνδεὲς ἀνα〈πληροῦν〉 ‖ οὐχ οἷόν τε ἦν· ἐν γὰρ τῇ ἐμῇ ἐπιδημίᾳ τε καὶ ἀπο|δημίᾳ τὸ ἅπαν ἀπέκειτο· τὴν δὲ δὴ πατρίδα | μὲν εἶναι ἔνθα ἵδρυται ὑπὸ φύσεως πᾶς’ ἦ〈ν〉 ἀνάγ|κη ἐμέ τε ἐνταῦθα τὸ τοῦ νόμου ἰσχυρὸν κατεῖ|χεν (χαλεπὸν δὲ δυοῖν ἀνάγκαιν, φύσεώς τε καὶ νό|μου, μιᾷ καρτερίᾳ ἀντιτάξασθαι)· ἄνθρωπος δέ, ᾧ | πο‐
15λυκίνητον φύσιν ἔδωκεν ὁ θεός, “ἐπὶ τραφε|ρήν τε καὶ ὑγρήν” πωλουμένῳ, τοῦτο μὲν τοῖς πο|σὶ βαδίζειν τοῦτο δὲ ἐπὶ παντοίων πεζῶν τε καὶ | θαλαττίων ὀχημάτων φέρεσθαι, κέρδους μὲν | καὶ ἐμπορίας ἕνεκεν καὶ γάμων ἀλλοτρίων | γῆν ἐκ γῆς καὶ θάλατταν ἐκ θαλάττης ἀμείβων, | “ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλο‐
20δαποῖσι | γυναῖκ’ εὐειδέα” διαφθείρων, ἢν δέῃ, ἔκ τε δυς|μῶν ἐπ’ ἀνατολὰς περαιώσεται καὶ ἐξ ἀνατο|λῶν ἐπὶ δύσεις ἴσον τῷ ἡλίῳ δρόμον δολιχεύ|ων ἀπό τε μεσημβρίας ἐπὶ ἑσπέραν κ̣α̣[ὶ] πάλιν | αὖ τὸν ἐναντίον δίαυλον περαιο̣ύμενος, οὔτε | ὀρῶν ὑπερβο‐ λὰς οὔτε [ὁ]δ̣[ῶ]ν̣ δ̣υ̣σ[π]ό̣ρευτ̣α̣ οὔτε καύ|ματος μέγεθος καὶ
25χει[μῶ]νο[ς κ]ρ̣[ύος ὑ]ποτιμώ|μενος, ἀλλὰ κἂν ναυαγήσας ἐκκο‐ λυμβήσῃ, | ἑτέρας νεὼς ἐπιβήσεται, πάντα δὲ ἐμβατὰ καὶ | πορευτὰ τῇ ἑαυτοῦ τόλμῃ νομιεῖ· 3. φίλος δὲ | 〈ὃς θέλει〉 εἶναι, ἐὰν ὡς ἀληθῶς φίλος ᾖ καὶ τὸ τῆς φιλίας | ἐπίστηται μυστήριον, ἐπὶ πά‐ σης δόξης καὶ ἐπι|τηδεύσεως καὶ τύχης κοινωνίᾳ παρειλημμέ|νος,390
30ὀκνήσει ὀλίγων ἡμερῶν ὁδὸν ἀποδημή|σας αὐτός τε ἑαυτῷ τὴν καλλίστην πανηγύ|ρεων καὶ θεαμάτων φίλου ὄψιν παρασχεῖν | κἀ‐ κείνῳ τὸ καθ’ αὑτὸν μέρος τὴν συμφορὰν | ἀποκουφίσαι;

96,16

Οὐ μὴν οὕτως γε διενοοῦντο | οἱ τοῦ Ἰάσονος φίλοι, ἀλλ’ ἄσμενοι ἄλλος ἄλλο|θεν εἰς Κόλχους αὐτῷ ἀποδημοῦντι συνηκο|λού‐ θουν, οὔτε ὅποι πλεῖ οὔτε καθόλου πλεῖν | ἐπιστάμενοι (ἔτι γὰρ ἄπλους ἦν ἡ θάλασσα), | οὔτε μὴν τὴν αἰτίαν τοῦ στόλου ἐξετά‐
5ζοντες, | ἀλλὰ τὴν ἐκείνου τύχην ἱκανὴν σφίσιν πρό|φασιν τῆς ἀποδημίας ‖ ἡγούμενοι. αὕτη γὰρ ἡ πρώτη ἐν ἀνθρώποις κα|τα‐ σκευασθεῖσα ναῦς φίλων ἀλλ’ οὐκ ἐμ̣μ̣[ίσθω]ν̣ | ναυτῶν ἐνεπλήσθη, ὧν οἱ πλεῖστο[ι καὶ] β̣ασι|λῆς, εἰσὶν δὲ οἳ καὶ θεῶν παῖδε[ς] ὄντ[ες αὐθαί]ρ̣ετοι̣ | πλεῖν οὐκ ἠσχύνοντο. 2. ἀλλὰ μ̣ί’ ἦν̣ α̣[ὕτη ἡ] ν̣αῦς. τί |
10δέ; αἱ χίλιαι νῆες τῶν Ἀχαιῶν οὐ τοιούτου φόρ|του γέμουσαι ἐπὶ Τροίαν ἐστάλησαν, τῶν ἐξ | ἁπάσης τῆς Ἑλλάδος ἀρίστων ἀκολουθούντων | ἑνὶ φίλῳ ἠδικημένῳ; παρέμενον δὲ οὐ μόνον | αὐτόμισθοι καὶ αὐτότροφοι, ἀλλὰ καὶ τῶν φιλ|τάτων καὶ οἴκοι καὶ ἐπὶ στρατείας καταφρονοῦν|τες, Πρωτεσίλαος μέντοι καὶ Ὀδυσσεὺς
15τῶν γυναι|κῶν, Νέστωρ δὲ τῶν παίδων, Τεῦκρος δὲ τοῦ ἀδελ|φοῦ, Ἀχιλλεὺς δὲ τοῦ ἐρωμένου τελευταῖον δὲ | καὶ αὐτὸς αὑτοῦ, ὅς, τῆς μητρὸς αὐτῷ προειπού|σης ὅτι οἴκοι μὲν διατρίβων ἀθάνατος ἔσται, | πλεύσας δὲ ἐπὶ Τροίαν νεώτατος ἀποθανεῖται, | εἵλατο παραμείνας αὐτοῦ ἀποθανεῖν, καὶ ταῦτα | οὐ χρηστοῦ τοῦ φίλου
20πειρώμενος. 3. τί δέ; οὐ Πυλάδης | μὲν ὑπὸ Ἐρινύων ἐλαυνομένῳ καὶ μαινομένῳ | τῷ φίλῳ ἠκολούθει, Θησεὺς δὲ Πειριθόῳ εἰς Ἅιδου | ἀπιόντι ξυναπεδήμει; ὧν ὁ μὲν οὔτε θεῶν μήνι|μα οὔτε
ἀνθρώπων μίασμα πρὸ τοῦ φίλου ἐφυλά|ξατο, ἀνδρὶ μητροκτόνῳ ξυνέστιός τε καὶ ὁμω|ρόφιος εἶναι θέλων· Θησεὺς δ’ ἂν ὀκνῆσαί391
25σοι δοκεῖ | ἐπὶ Χίου ἐκ Μίμαντος μικρὰν θάλασσαν περαι|ώσασθαι, ὃς καὶ τὸν Ἀχέροντα τῷ φίλῳ ἑκὼν ξυν|έπλει καὶ ἐπὶ τῆς Ληθαίας πέτρας ξυνεκάθητο, ἐν|τεῦθεν δὲ ἄκων ὑπὸ τῆς Ἡρακλέους βίας ἐξανές|τη; 4. οὗτοι μὲν οὖν καὶ τοιοῦτοι φίλοι· ὁ δὲ ἐμὸς φί|λος ἐμὲ μὲν ἀξιώσει 〈τὸ〉 ἐφ’ ἑαυτῷ λυπούμενον ζῆν | ὀδυνηρὸν οὕτω
30καὶ ἐλεεινὸν βίον, ὥς πού τις | καὶ ἄλλος ἐρημίᾳ φίλων
πόντον ἐπ’ ἀτρύγετον | δερκέσκετο δάκρυα λείβων, αὐτὸς δέ, ἐξὸν αὐ|τῷ ἀπὸ τῆς φύσεως καὶ τῶν νόμων, ἑκὼν τῆς | ἐμῆς συνουσίας αὑτὸν ἀποστερήσει, εἶτα ἐμὲ | οἰκτιεῖ ὡς οὐκ αὐτὸς ὢν οἰκτρότερος; τί γὰρ μᾶλ‖λον ἐγὼ ἐκείνῳ φυγὰς ὅτι ἐκεῖνον
35οὐχ ὁρῶ, | ἢ ἐκεῖνος ἐμοὶ ὅτι ἐμὲ οὐχ ὁρᾷ; πλὴν ὅτι ἐγὼ | μὲν οὐ δύναμαι, ἐκεῖνος δὲ οὐ βούλεται. εἰ μὲν | οὖν ἐθελήσει, ἀφίξεται καὶ οὐκ ἀνιάσομαι | 〈 〉.
ἴθι·
ἡμᾶς δ’ ἔα ζῆν ἐνθάδ’· οὐ γὰρ ἂν κακῶς |
40
οὐδ’ ὧδ’ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα. 5. πῶς | γὰρ τὸν τοιοῦτον φίλον χρὴ νομίζειν, ὃς καὶ | τῶν χελιδό‐ νων καὶ τῶν τροχίλων τῆς εὐ|νοίας λείπεται; οὗτοι γὰρ οἱ ὄρνεις, ἐπειδὴ ἅπαξ | φιλίαν συνέθεντο, αἱ μὲν χελιδόνες πρὸς | τὸν ἄνθρω‐ πον οἱ δὲ τροχίλοι πρὸς τοὺ[ς κορ]|κοδίλους, καίτοι ἑτερογενῆ
45ὄντα, οὐκ ἄν πο|τε ἀπολειφθεῖεν ἀλλήλων, ἀλλ’ ἔνθα ἂν ὁ | ἄνθρω‐ πος οἰκῇ ἐκεῖ καὶ χελιδόνα εὑρήσεις, | καὶ ἔνθα ἂν κορκόδιλος ᾖ ἐνταῦθα καὶ τρο|χίλον εὑρήσεις· τῷ δὲ οὐδὲν μέλει ποῖ | γῆς ἢ θαλάττης ἐγώ.392

96,17

Τοιοῦτον ἀνθρώ|ποισιν ἡ δυσπραξία,
ἧς μήποθ’ ὅστις καὶ μ[έ]σως εὔνους ἐμοὶ
τύχοι, φίλων ἔ[λεγ]χον [ἀψευ]δέστατον. χρυσὸν μὲν γὰρ καὶ ἄργυρον τὸ | πῦρ δοκιμάζειν πέφυκεν, τὰς δ’ εὔ‐
5πλους | τῶν νεῶν ὁ χειμών, τοὺς δὲ φίλους αἱ τῆς | τύχης μετα‐ βολαί. 2. ἀνδρὶ μὲν εὐπρ̣[αγ]εῖν | δοκοῦντι πάντες ἐθέλουσιν εἶναι φίλοι, | ἄλλος ἀλλαχόθεν συρρέοντες, καὶ οὔτε θύ|ραι ἱκαναὶ ἀπο‐ κωλῦσαι οὔτε αἰδὼς ἐμ|ποδὼν ἵσταται τῇ θεραπείᾳ· μέχρι μὲν | δὴ οὔρια μένει τὰ τοῦ δρόμου, τοῦτο δὴ τοῦ | λόγου, πάντες ἀγαθοὶ
10ναῦται, πάντα ὅμοια | καὶ δυσδιάκριτα· καὶ γάρ τοι τὰ τῆς κολα‐ κείας | ταύτῃ πανουργότατα, ᾗ τὴν ἀληθῆ φιλίαν | μιμεῖσθαι ἐπι‐ τηδεύει· ἐπειδὰν δὲ ὁ τύ|χης χειμὼν ἐμπέσῃ, τότε δὴ τοὺς μὲν | κούφους τε καὶ ἐπιπλάστους τῶν φίλων δο|κούντων ὥσπερ ἄνε‐ μος ἐξ ἀχυρμιᾶς ἐξε|φύσησέν τε καὶ διερρίπισεν, ὀλίγοι δὲ | οἱ ἀλη‐
15θεῖς φίλοι πυρῶν δίκην ὑπομένου|σιν.
νῦν γὰρ εἶ χρεῖος φίλων·
θεοὶ δ’ ὅταν | τιμῶσι〈ν〉, οὐδὲν δεῖ φίλων·
ἅλις γὰρ ὁ θεὸς | ὠφελῶν ὃν ἂν θέλῃ. 3. ἢ οὐκ οἴει καὶ Πειρι|θόῳ ἐν Θετταλίᾳ πολλοὺς καὶ Ὀρέστῃ |
20ἐν Μυκήναις ἔτι πλείους ἑταίρους δοκεῖν; | ἀλλά, ἐπειδὴ τύχῃ ἐχρή‐ σαντο οἵᾳ δή, τῷ μὲν | Θετταλῷ Ἀθηναῖος εἷς, Φωκεὺς δὲ 〈εἷσ〉 τῷ Μυ|κηναίῳ μόνοι ἑταίρων ἀπελείφθησαν, | τοὺς δὲ ἄλλους Θετταλῶν τε καὶ Μυκηναί|ων ἡ ἐναντία τύχη ἀπερρίπισεν. 4. ὅπερ ‖ γὰρ τὸν Μῶμον τῷ Προμηθεῖ μέμ[ψα]σθαι | λέγουσιν, ὡς τὰ μὲν
25ἄλλα μέρη τοῦ ἀνθρώ|που ὀρθῶς ἔχοντα, τὰς δὲ φρένας οὐ δε|όντως ὑπὸ τῷ στέρνῳ κατακρύψαντι | (χρῆναι γὰρ ἐπιθεῖναί τινα ὀπὴν δι’ ἧς τὴν | γνώμην τοῦ προσιόντος κατοπτεύσομεν, | πρὶν καί τινα
πρὸς αὐτὸν κοινωνίαν ξυνθές|θαι), τοῦτο δὴ οὐκ ὀρθῶς μέμψασθαί μοι δοκεῖ· | ἱκανὴ γὰρ ἡ τῆς συμφορᾶς ὀπὴ αὐτόν τέ τι|να δεῖξαι393
30ὅστις ἐστὶν καὶ τοὺς προσιόντας | ὅπως γνώμης ἔχουσιν. βεβαιό‐ τατος γὰρ καὶ | [φίλο]ς καὶ θεράπων ὁ τὸν δυστυχοῦντα | [θε‐ ραπ]εύων· δῆλον γὰρ ὡς εὐτυχοῦντος | [οὐκ] ἀποστήσεται.

96,18

Ὅστις δὲ ἐν δυστυχίᾳ, πρό|[τερον] οὐκ ὢν φίλος, φιλίας ἀρχὴν ἐποιήσα|το, οὗτος δὴ τῶν πρότερον ἔτι βεβαιότερος, | οὐ χρείαν τὴν ἑαυτοῦ, ἀλλ’ ἀρετήν, φιλίας πρός|χημα ποιούμενος. ὧν ἐγὼ πολλὰ μὲν καὶ | ἐπ’ ἐμαυτοῦ, πολλὰ δὲ καὶ ἔτι παλαίτερα πα‖‐
5ραδείγματα εἰπεῖν ἔχων, μιᾶς τῆς Ἀδράς|του οἰκίας ἐπιμνήσο‐ μαι. ἢ γὰρ οὐχ οὗτος | Θυέστην μὲν ὑπὸ τοῦ ἀδελφοῦ ἐλαυνόμε|νον, ἄνδρα διὰ τὸ μέγεθος τῶν κακῶν οὐ|δὲ οἰκίᾳ δεκτόν, ἐδέξατό τε καὶ ἐκάθηρεν, | δύο δ’ ἑτέρους φυγάδας μιᾷ ἡμέρᾳ, τὸν μὲν | ἐξ Ἄργους τὸν δὲ ἐκ Θηβῶν, ‖ οὐ ξένους μόνον ἀλλὰ καὶ γαμβροὺς
10ἐποι|ήσατο, τῷ δὲ ἑτέρῳ αὐτῶν ἐπαμύνων ἐστρά|τευεν; 2. ἆρά σοι οὐ δοκεῖ ὁ τοιοῦτος τῷ ἔργῳ | καὶ μεταγράψαι τόδε τοῦ Εὐρι‐ πίδου ἔπος, ὃ | ἐκεῖνος ἐς τοὺς φίλους ἐποίησεν εἰπὼν | “εὖ πρᾶττε· τὰ φίλων δ’ οὐδέν, ἤν τις δυστυχῇ”; | ἄμεινον γὰρ 〈ἂν〉 οὕτως ἔχοι εἰς τὸ Ἀδράστου· “εὖ | πρᾶττε, τὰ δὲ τῶν ἀληθινῶν φίλων
15ἰσχυρά, | ἤν τις δυστυχῆ”, οὓς ὁ αὐτός που ποιητὴς λέγει | “καὶ φίλους αἰεὶ φίλους”. 3. καὶ πάλιν ἀκούομεν ἐν | τῇ παροιμίᾳ “οὐδεὶς φίλος οὐδὲν ἔχοντος”, | τὸ δὲ τοῦ Λακεδαιμονίου Χίλωνος “οὕτως | φιλεῖν ὡς μισήσοντα”, 〈ἃ〉 ἔγωγε ἂν μεταγρά|ψαιμι ἐπὶ τὸ ἀληθέστερον, τὸ μὲν ὅτι “βέ|βαιοι φίλοι οὐδὲν ἔχοντος”,
20τὸ δὲ ὅτι “οὕτως | χρὴ φιλεῖν ὡς δυστυχήσοντα”. εἰ γάρ τις |
μετὰ ταύτης τῆς ξυνθήκης φιλίᾳ πρόσει|σιν, οὔτε φυγὴ αὐτὸν τοῦ φίλου μετατρέ|ψει οὔτε δεσμὰ ἀπερύξει οὔτε μὴν | ὁ πάντων ἰσχυ‐ ρότατος θάνατος ‖ ἐπιλήξει· τοὐναντίον δὲ ταῦτα καὶ | τὰ τοιαῦτα ἐπιτενεῖ τὴν φιλίαν καὶ προσαυ|ξήσει, τῷ μὲν εὐτυχοῦντι ἐν καιρῷ394
25τῆς τοῦ φί|λου εὐνοίας 〈ἀφορμὴν παρασχόμενα〉, τῷ δὲ 〈δυστυ‐ χοῦντι〉 ἐς τὸ δέον τὴν τῆς γνώμης | βεβαιότητα ἐνδειξάμενα.

96,19

Πλούτου δὲ καὶ | τιμῶν ἐν ἀνθρώποις καὶ γένους καὶ ἀξιώμα|τος καὶ τῆς τῶν πολλῶν δόξης πολὺ ἔτι ἐλάτ|των ἀνδρὶ ἀγαθῷ λόγος. ἀλλότρια μὲν γὰρ καὶ τὰ | προειρημένα, ἥ τε πατρὶς καὶ τὰ τέκνα καὶ συγγέ|νεια καὶ φίλοι, καὶ τὰ ἄλλα πάντα οὐκ ἐμὰ
5ὅσα μὴ | ἐπ’ ἐμοί· τὸ δὲ μὴ ἐφίεσθαι τούτων (〈ἐπ’ ἐ〉μοὶ γάρ ἐς|τιν) εἰκότως ἐμαυτοῦ τίθεμαι καὶ καλῶ. πάντων | δὲ ὅσα μὴ ἐφ’ ἡμῖν ἀλλοτρίων ὄντων, τὰ κατὰ τι|μάς τε καὶ δόξας καὶ πλοῦτον ἀλλο‐ τριώτατα πάν|των ἐστίν. 2. τεκμήριον δέ· πρὸς μὲν γὰρ τὰ τέ|κνα καὶ τοὺς τόπους καὶ τοὺς φίλους φυσικήν | τινα κέκτηται διάθεσιν
10ἔσθ’ ὅπη καὶ τὰ θη|ρία, τόπους τε ξυνήθεις καὶ θῆρας συννόμους | πάντων τε μάλιστα τέκνα καὶ γονέας ἀσπα|ζόμενα, πλούτου δὲ πέρι καὶ τιμῆς οὐδὲν ἄλ|λο ζῷον ἔξω ἀνθρώπου περιεργάζεται, ἀλλὰ | πλοῦτον αὑτοῖς ἱκανὸν οἴεται τὴν ἀναγκαίαν ‖ τῆς τροφῆς εὐπορίαν· ταῦτα δὴ οὐδεμία ζῴου | φύσις πένης ἂν γένοιτο· ἀρχὰς
15δὲ οὐ τῇ δόξῃ | τῶν ἄλλων ζῴων περικτᾶται, ἀλλὰ τῇ ὑπερ|οχῇ τῆς ἀρετῆς ἐν ᾧ ἕκαστον κρεῖττόν ἐστιν. 3. οὔτε | γὰρ ἵππος ποτὲ ἐφρόντισεν τῆς παρὰ τῶν λοι|πῶν ζῴων τιμῆς ἢ καὶ ἀτιμασίας, ἀλλὰ ἡγεῖ|ται τῶν ἄλλων τάχει διαφέρων φυσικήν τινα | ἀρχὴν ἄρχειν κατὰ τὸν δρόμον, οὔτε λέων | [πο]τὲ περὶ πολλοῦ ἐποιήσατο
20τί δὴ περὶ αὐτοῦ | [τὰ ἄλλα] ζῷα φρονεῖ τε καὶ λέγει, ἀλλ’ ἡγεῖται τῇ | [ἰσχύι ὑ]περέχων ταύτην ἑαυτῷ ἐν τοῖς ἀσθε|[νεστέροις] ἀλη‐ θεστάτην εἶναι ἀρχήν τε καὶ τιμ̣[ήν. 4. ἄνθρ]ωποι δέ, ὥσπερ τὸν λογισμὸν διὰ | τα[ῦτα κεκτ]ημένοι, ἀλλ’ οὐ διὰ τὴν τούτων κατα|‐ φρόνησιν, 〈 〉. τὸν μὲν γὰρ πλοῦτον τῆς ἀναγκαίας | τ̣ρ̣[οφῆς
25ὑπε]ρβιβάσαντες, τὸ μετὰ τοῦτο ἀπέραν|[τόν τε] καὶ ἀ[ό]ρισ̣τον ἐποιήσα〈ν〉το. οὐδεὶς γοῦν οὕτως | [πλουτε]ῖ̣ ὃς οὐκ ἐλάττω ἔχει ὧν βούλεται, εἰ δὲ | [καὶ ἐπ’] ἐκεῖνα ἀφίκοιτο, πάλιν αὖ τοὺς ὅρους τῆς | ἐπιθυμίας προσωτέρω μετατίθησιν. 5. τό γε μὴν | ἔντιμον οὐ πρὸς τὸ ἀρετῆς ὑπερέχον, ἀλλὰ πρὸς | τὸ δόξης πλῆθος κρατοῦν395
30κρίνεται, τὸν μὲν ἀγα|θὸν ἔσθ’ ὅτε ἄτιμον τὸν δὲ πονηρὸν ἔντιμον, | ἐὰν οὕτως τοῖς πολλοῖς δοκῇς, νομιζόντων, οἵτι|νες οὐκ ἐν τῇ ψυχῇ τὸ ἀξιόλογον, ἀλλ’ ἐν τῷ στε|φάνῳ καὶ τῇ πορφύρᾳ καὶ τῇ τιάρᾳ τιθέμενοι, | τὰς τούτων πάλιν αὖ ἀφαιρέσεις αὑτοῖς τε εὐ|κατα‐ φρονήτους καὶ τοῖς ἀφαιρεθεῖσιν ἐπονει|δίστους νομίζουσιν. ἐμοὶ
35δὲ ἀρκεῖ κατὰ τὴν | τοῦ Σοφοκλέους Ἠλέκτραν
τοὐμὲ μὴ λυποῦ〈ν〉 | μόνον
βόσκημα, τῆς σῆς δ’ οὐκ ἐρῶ τιμῆς | τυχεῖν.

96,20

Καίτοι δὲ οὕτως τούτων ἐχόντων, | ὅμως οὐκ αἰσχύνον‐ ται μεγάλα ἐπ’ αὐτοῖς φρο|νοῦντες, ἐπειδὰν αὐτοῖς οἱ πολλοὶ ἕδρας τε ἐξ|ανιστῶνται καὶ ὁδῶν ἐκτρέπωνται· εἰ δέ τις οὐκ ἐθελήσαι, τοιαῦτα κηρύττουσιν ὁποῖα ὁ | τοῦ Εὐριπίδου Λάιος
5
ὦ ξένε, τυράννοις | ἐκποδὼν μεθίστασο, οὐκ εἰδότες ὅτι ὁ ξένος | αὐτὸς αὐτὸν ὀλίγον ὕστερον τῆς τε τυραννί‐ δος | καὶ τῆς γυναικὸς ἀφαιρήσεται, ἀφελόμενος | δὲ καὶ αὐτὸς ἁπάντων “ἀθλιώτατος βροτῶν” γενή|σεται, ἀθλιώτεροι δ’ ἔτι οἱ ἐξ ἐκείνου γενόμενοι. 2. φασὶν δὲ Αἰθιόπων τῶν πρὸς ἀνατολὰς
10τὸν βασιλέα, εἴ τινα ἐν τοῖς ἐπιχωρίοις τιμᾶσθαι | ἐθέλοι, ἀφε‐ λόντα διδόναι τῶν ζωμάτων ἓν | τῶν ἑαυτοῦ· αὕτη γὰρ Αἰθιόπων στολή. μέ|χρι δ’ ἂν τοῦτο ἐζωσμένος περινοστῇ, ἅπαν|τες τοῦτον οἱ ἐντυγχάνοντες προσκυνοῦσίν | τε καὶ περιέπουσιν· ἐπειδὰν δὲ τῷ βασιλεῖ | δοκῆ〈σαν〉 πάλιν ἀποθῆται τὸ ζῶμα, οὐδεὶς αὐ‖τὸν
15Αἰ̣[θιόπ̣]ων ὑπαντιάζων οὐδὲ τὸ κοινό|τερον προσαγορεῦσαι ἀξιώ‐ σει. 3. πρὸς δὲ τοὺς | ἐπὶ τοῖς τοιούτοις φυσωμένους εἴποι τις ἂν | ἅπερ ἡ μήτηρ πρὸς τὸν Πολυνείκην λέγει | νουθετοῦσα·
τί τῆς κακίστης δαιμόνων | ἐφίεσαι,
φιλοτιμίας, παῖ; μὴ σύ γ’· ἄδικος | ἡ θεός·
396
20
πολλοὺς δ’ ἐς οἴκους καὶ πόλεις εὐδαί|μονας
ε[ἰσ]ῆλθε ἐπ’ ὀλέθρῳ τῶν χρωμέ|νων·
ἐφ’ ᾗ [σὺ] μαίνῃ. 4. ἐγὼ δὲ ταῦτα τῇ Ἰοκάς|τῃ προσ̣[......· τ]ί δὲ κομπάζεις, ὦ | δύστη[νε, καὶ ἐπ]ὶ σαυτῷ φρονεῖς μέγα; | μὴ γὰρ [μεταπεσοῦ]ν̣ται
25οἱ πολλοὶ οὗτοι· μὴ γάρ σε τή̣[μ]ε̣[ρον μὲν ἀγλα]ΐζουσιν τῇ πορφύ|ρᾳ, μεθιστ̣ά[ντες̣ δέ π]ως ἃ τιμῶσιν αὔρι|όν γε αὖ, ἐάν τις ἕ̣τ̣ερο̣ς̣ ταῦτα καὶ πολὺ χείρων | σοῦ με̣[τ]α̣λάβ[ῃ, ......] ἐκείνῳ σὺν τοῖς | ἄλλοις λ̣α̣[τρεύσουσι]. πρὸς τῶν θεῶν, οὐκ | αἰσχύνει [ἐπ’ ἀμ]φιέσμασιν καὶ βάμμασιν | ἀλλοτρί[οις μεγ]αλαυχούμενος καὶ
30χαλκῆν | [μ]ὲ̣ν̣ τ̣[ο]ῦ̣ [σώμα]τ̣ο̣[ς] ε̣ἰκόνα καλὴν καὶ με|γάλ[ην] ἔ̣χ[ω]ν ἐν π̣ρ̣υ̣τανείῳ, αἰσχρὰν δὲ καὶ | μικροπρεπῆ 〈τὴν〉 τῆς ψυχῆς ἐν σαυτῷ περιφέ|ρων, τοῖς δὲ τῶν προγόνων ὀνόμασιν ἐπαι|ρόμενος, ὥσπερ αὐτὸς ὄνομα οὐ〈κ〉 ἔχων, ἐπὶ | δὲ τῷ γένει μεγάλα κομ‐ πάζων; 5. ἢ οὐκ οἶς|θ[α ὅτι ἐ]ς πάσα[ς] τ[ὰς] παλαιὰς ἐκείνας
35εὐγενεί|ας ἀναφέρων ἀνοίσεις ἢ εἰς τὸν Προμηθέ|ως πηλὸν ἢ εἰς τοὺς Δευκαλίωνος λίθους; | οὐκ ἀποθέμενος καὶ ἀποδυσάμενος ταῦτα ‖ τὰ ξύμβολα [γυμνὸ]ν ἡμῖν ἐπιδείξεις | σεαυτὸν ὁπο[ῖος ε]ἶ, μᾶλλον δὲ οὐδὲ γυμνόν, | ἀλλὰ ἀντὶ μὲν πορφύρας πενίαν ἠμ‐ φιες|μένον, ἀντὶ δὲ ἀρχῆς καὶ στροφίων ἀναρχί|ᾳ ἐστεφανωμένον;
40κἂν τότε σέ τις ἀνὴρ ἀγα|θὸς θαυμάσῃ ἢ τιμήσῃ, προσιὼν τὸ γένος
ἀπὸ | σαυτοῦ ἀνάγραφε. φρονήσῃς μὲν οὖν μη|δέποτε ἐπὶ σαυτῷ μέγα, ἀλλὰ μηδὲ κα|ταφρονήσῃς σεαυτοῦ, τιμὴν ἀληθῆ ταύτην νο|μίσας ἀθάνατον καὶ ἀναφαίρετον.397

96,21

Οὐχ ὁρᾷς | οἷος ἦν Ὀδυσσεὺς ῥάκ〈ια κ〉ακ’ ἀμ[φὶ σώ‐ ματ]ι ἔχων, ὥστε καὶ τὰ ἄλλα οἱ μνηστῆρες ἐθαύ|μαζον αὐτοῦ,
οἵην ἐκ ῥακέων ὁ γέρ[ων ἐ]πι|γουνίδα φαίνει; ἐκεῖνοι μὲν οὖν τὴν ἐπι|γουνίδα, ἐγὼ δὲ ἕτερόν τι θαυμάζω, [οἵην
5ἐκ] | ῥακέων ὁ γέρων, καὶ προσέτι γε καὶ ἀλ[ήτης] | Ἴρου πτωχό‐ τερος, τὴν εὐψυχίαν κα[ὶ θάρσος] | ἐνδείκνυται, οὐ τῷ θεῷ μεμ[φό]‐ μ[ενος ἐν] | ταῖς ξυμφοραῖς οὐδὲ τῇ τύχῃ δι[οργιζόμε]|νος ἐν ταῖς δυσπραγίαις, ἀλλ’ εὐγ[νωμόν]ω̣ς | ἔχων 〈πρὸσ〉 ἅπαντα καὶ πράως ὅσα ἐκ̣[εῖνος ἐπ]ι|τάττει. 2. καί μοι δοκεῖ ὧ̣[δε ἐ]ν τ[αύταις τ]ῆ̣ς
10τύ|χης μεταβολαῖς γενόμενο̣[ς πρὸς τὸ]ν θεὸν | αἰεὶ λέγειν· “εἰ βα‐ σιλέα με, ὦ Ζ̣εῦ̣, Ἰθακησ[ί]ω̣ν̣ | εἶναι θέλεις, κἀγὼ βούλομαι· βασιλεύσω δὲ̣ οὐ|χ ὡς Ἔχετος οὐδ’ ὡς Σαρδανάπαλλος ο̣ὐ̣δ̣’ ὡς | Ἀρβάκης. θέλεις με εἶναι ναυαγόν; κἀγὼ | βούλομαι· ναυαγὸς δὲ ἔσομα[ι Αἴ]αντος ὁσ̣ι̣ώ|τερος. θέλεις με λιμὸν ὑ[πομεῖ]ναι; οἴσ[ω
15κ]α̣ὶ̣ | τοῦτον, ἀλλὰ τῶν ἐμ̣[ῶν ἑταίρω]ν ἐγκρατές|τερον. πτωχεῦσαί μ[ε θέλεις; οὐ]κ ἀναίνομαι· | πτωχεύσω δὲ Ἴρ[ου μετριώτε]ρον. καὶ | τυπτόμενος κάκ̣ισ̣[τα καὶ] βαλλόμ[ενος] | ὑπὸ τῶν ἐμῶν ἐχθρῶν [ἀνέ]ξομαι π[ράως], ἐ̣|ὰν σὺ ἐθέλῃς. εἶ̣[τ]α̣ βασιλε[ύσω] πάλιν, ἐ[ὰ]ν σύ | με κελεύῃς, κα[ὶ] πλεύσω πάλιν, ἐάν σοι δοκῇ, |
20εἰς ὅ κε τοὺς ἀφίκ[ω]μαι οἳ οὐκ ἴσσασι θάλας|σαν
ἀνέρες, οὐδέ θ’ ἅλεσσι μεμιγμένον | εἶδαρ ἔδουσιν”. 3. ὁ μὲν οὖν Ἰθακήσιος οὕτως· | ἠπίστατο γάρ, οἶμαι, καίτοι [ἐν νή]σ̣ῳ τραφεὶς | τί ἴδιον καὶ τί οὐκ ἴδιον, καὶ ὅτι [θ]εῷ ὄντι | πείθεσθαι δεῖ μὴ λυπούμενον καὶ ἐφ’ αἷς | ξυνθήκαις εἰς τὸν βίον
398
25παρελήλυθεν· ἡ|μεῖς δὲ οἱ τῶν νησιωτῶν „ἡγήτορες ἠ|δὲ μέδον‐ τεσ“ πῶς τὰ μὲν ἄλλα ζῷα ἅπαν|τα ἠξιοῦμεν αὑτοῖς ὑπείκειν καὶ βιοῦν | ὅπως ἂν θέλωμεν καὶ ἡμῖν ξυμφέρῃ | (τὰ μὲν οὖν τρυφῶντα τὰ δὲ ἀλλήλοις ἐπι|χειροῦντα τὰ δὲ ἀγωνιζόμενα τὰ δὲ θυό|μενα, νῦν μὲν ἀροτριᾶν ἀναγκάζομεν, αὔρι|ον δὲ „ὑπ’ ἀμά[ξ]ῃ
30μεν“, αὖθις δὲ κατα|θύομεν, καὶ νὴ Δία γε τὸν αὐτὸν ἵππον ποτὲ | μὲν ἐς πομπὴν κοσμοῦμεν, ποτὲ δὲ εἰς Ὀ|λυμπίαν πέμπομεν ἀγω‐ νιούμενον, πο|τὲ δὲ ἄχθη φέρειν καὶ ὀρειβατεῖν, ἐσθ’ ὅπῃ | δὲ καὶ ἀλεῖν προσαναγκάζομεν), αὐτοὶ δὲ | τῷ θεῷ οὐκ ἄσμενοι ἀκολου‐ θήσομεν ἐς τὸ | ἅπαντος τοῦ κόσμου ζύμφορον ἐξηγουμέ|νῳ; 4. ἀλλὰ
35Σόλωνι μὲν πεισόμεθα καὶ Δρά‖κοντι καὶ Χαρόνδᾳ καὶ Λυκούρ[γῳ. καί, ἐάν τις] | μαστιγοῦσθαι κελεύῃ, μαστιγωσόμεθ[α ἐ]πὶ τῷ βω|μῷ τῶν Ἑλλήνων ὁρώντων μηδὲν ἐξ[ῶ]λ̣ε̣ς̣ δ̣[οκοῦ]ν̣|τες, πι‐ στεύοντες αὐτὸν εἰς τὸ κοινῇ σ̣υ[μ]έ̣φρο[ν καὶ λ]υ̣|σιτελοῦν νομο‐ θετῆσαι τάσδε τὰς πληγὰς (Περσῶν | δὲ οἱ γενναιότατοι κάρδαμον
40ἐπὶ τῷ σίτῳ ἐσθίον|τες καὶ χαμα〈ὶ〉 καθεύδοντες ἀνέχονται, Ἀρι‐ μασποὶ δὲ εὐθὺς ἐκ παίδων τοῦ ἑτέρου τῶν ὀφθαλμῶν ἀ|φαιρούμενοι τῷ νόμῳ πείθονται, Ἀμαζόνες δὲ | τοῦ μαστοῦ), τοὺς δὲ θεοὺς οὐ πιστεύομεν ἐς τὸ δέον | ἡμῶν προστατεῖν; 5. καίτοι οὐ τοσοῦτον τῶν ἄλλων | ζῴων διαφέρομεν ὅσον οἱ θεοὶ ἡμῶν, οὐδὲ τοσούτων
45αὐτοῖς ἀγαθῶν αἴτιοί ἐσμεν ὅσων οἱ θεοὶ ἡμῖν. ἐνί|οις μέν γε τῶν ζῴων οὐδὲ τροφὴν παρέχομεν, | μόλις δὲ καὶ ἐῶμεν αὐτὰ ἑαυτοῖς ἐκ τῆς γῆς λαμ|βάνειν· παρὰ δὲ θεῶν τὰ μὲν μέγιστα τῶν ἀγαθῶν
δωρεὰν εἰληφότες, τόν τε νοῦν καὶ ξύνεσιν καὶ λό|γον καὶ λογισμὸν καὶ τὰς ἀρετὰς ἀναφαιρέτους | καὶ τὴν ὀρθὴν χρῆσιν τῶν φαντα‐399

96,21

(50)

σιῶν, περὶ | μὲν τούτων αὐτοῖς χάριν οὐκ ἔχομεν;

96,22

Εἰ δέ τι|να καὶ δανείσαντες ἡμῖν πρὸς καιρὸν δόντες, | οἷον τὰς τιμάς τε καὶ δόξας καὶ ἀρχὰς καὶ πλοῦτον | καὶ σῶμα αὐτό, πάλιν αὖ ἐξήκοντος τοῦ χρόνου ἀ|παιτήσαιεν, ἀγανακτήσομεν καὶ πρὸς τὸν δανειστὴν | ἀγνωμονήσομεν, ὅτι ἄρα, τοσούτῳ χρόνῳ
5ἡμῖν παρασχὼν τοῖς αὑτοῦ ἐναπολαῦσαι ὅσῳ πεπρωμέ|νον ἦν, καὶ ἄλλοις βούλεται μεταδοῦναι καὶ δανεῖσαι; | ἀλλ’ οὐ πᾶν τοὐναντίον εὐγνώμονας καὶ πιστοὺς ἑ|αυτοὺς παρέξομεν χρήστα〈σ〉 καὶ τῶν κακῶν χρής|των ταύτῃ διαφέροντας, ᾗ οἱ μὲν ἄκοντες καὶ σ̣τ[έ]|‐ νοντες καὶ ἀναγκαζόμενοι οὐδὲν ἧττον ὥς|περ βίᾳ τἀλλότρια ἐξεμέ‐
10σαντες, ἡμεῖς δὲ φαι|δροὶ καὶ χαίροντες, οἰόμενοι χρέως ἐλευθε‐ ροῦς|θαι; ἂν μὲν γὰρ ἀρχὰς ἀποθώμεθα καὶ τιμὰς καὶ | πλοῦτον, μέτριον· ἂν δὲ καὶ τὸ σῶμα καὶ τὸ ζ̣ῆ̣[ν] | αὐτῷ ἀποδῶμεν, τότε δὴ παντάπασιν ἐλεύθεροι | εἶναι πᾶν τὸ ἀλλότριον ἀπαριθμήσαντες. 2. τῶν | γε μὴν δυσκόλως καὶ ἀγνωμόνως ἐκτινόντων | ἡγεῖσθαι
15χρὴ καὶ τοὺς θεοὺς αὐτοὺς κατεγνωκέ|ναι, τοιαῦτα περὶ αὐτῶν ἐνθυμουμένους οἷα πε|ρὶ τῶν ἀχαρίστων οἱ δανεισταί, ὡς, ὅτε μὲν αὐτῶν | ἔχρῃζον, συνεχὲς ἐπί τε ἱερῶν θύρας ᾔεσαν | καὶ βωμοὺς θυσιῶν καὶ ἑορτὰς εὐχῶν ἐνεπίμπλα|σαν, σπονδάς τε σπένδοντες μεγαλοπρεπεῖς καὶ | ἱερομηνίας καὶ παννυχίδας ἐπιτελοῦντες, καὶ |
20αὐτοὶ καὶ οἱ παῖδες χοροὺς ἱστάντες, ἔν τε λόγοις | καὶ ᾠδαῖς αὐτοῖς χάριν δημοσίαν ὁμολογοῦντες· | ἐπεὶ δὲ ἀποδιδόναι δεῖ, τηνικαῦτα σχετλιάζου|σιν καὶ τοῖς διδοῦσιν αὐτὰ θεοῖς λοιδοροῦντες, ὅτι | μὴ ἀποστερεῖν αὐτοῖς ἔξεστιν τὰ ἀλλότρια. 3. καὶ | εἰ μέν τις ἄνθρω‐ πος παρ’ ἀνθρώπου παρακατα|θήκην λαβὼν ἔξαρνος γένοιτο, ἀνόσιος
25οὗτος, | εἰ δὲ ξυνθήκη〈ν〉 μὴ φυλάξαι, παράσπονδος οὗτος· | οἱ δὲ ἐπὶ ταύταις ταῖς ξυνθήκαις παραληφθέν|τες, ὡς ὅ τι ἂν δοκῇ τῷ ποιήσαντι ἡμᾶς θεῷ πάς|χειν τε καὶ ποιεῖν, ἂν μὴ ταύτην φυ‐ λάττωμεν, | οὐχ ἡγησόμεθα ἄδικοί τε τὴν μεγίστην ἀδικί|αν πρὸς τοὺς θεοὺς αὐτούς, καθὼς καὶ τοὺς | ἄλλους περὶ τῶν δικαίων ὧν
30ὄμνυμεν, καὶ ἄπις|τοι ἅμα καὶ ἀνόσιοι καὶ παράσπονδοι εἶναι; οὐ[δὲ] ‖ τοὐναντίον ε[ὐγνωμόνως] κ̣αὶ ἀσμένως ἀπο|διδόντες καὶ
τὰ̣[ς ξυνθήκας] φυλάττοντες, δίκαι|οί τε καὶ ὅσιοι καὶ ἀξιόπιστοι, εἴ ποτε καὶ αὖθις | τοῦ δανειστοῦ χρῄζοιεν, λαβεῖν ῥᾳδίως ὅτου ἂν | παρ’ ἐκείνου δέωνται; 4. τοιαῦτα διανοούμενος | ἀπέδωκεν400
35Μούκιος μὲν τὴν ἀρχήν, τὴν δὲ χεῖ|ρα Κυνέγειρος, Φίλιππος δὲ τὸν ὀφθαλμὸν καὶ | Πολύζηλος ἀμφοτέρους, Ἡρακλῆς δὲ τὸ σῶμα ἅ|παν ὥσπερ ἀλλότριον χιτωνίσκον ἀποδυσά|μενος οὕτως ἀπε‐ δί̣δου ο〈ὔ〉τε οἰμώζων οὔτε | λυπούμενος, Περικλῆς μὲν τὴν ζη‐ μίαν, Κρά|της δὲ τὴν οὐσίαν, Θεμιστοκλῆς δὲ τὴν ἀρχὴν | τῆς θα‐
40λάττης, Ἀριστείδης δὲ τὴν πατρίδα ἀπε|δί[δου ἑκ]ὼν τοῖς θεοῖς, καὶ Ξενοφῶν τὸν | υἱ[όν, Δημοσθ]ένης τὴν θυγατέρα, Ὁράτιος | ὁ Ῥ[ωμαῖος τρεῖς μὲν] συγγενεῖς, δύο δὲ υἱοὺς | κα[ὶ ad 11 ll.] θυγατέρα ὑπ’ ἀλλήλων ἀν|αι[ρεθέντας, ἀποβ]α̣λὼν ὡς ἄν τις οἴκ‐ τιστα, ἀ|[πεδίδου καὶ] ὅμ[ως] ἔθυέν τε καὶ τοὺς φίλους | [τὰ
45ἐπι]νίκια εἱστία̣ ἐστεφανωμένος.

96,23

Τὰς δὴ | [τούτω]ν καὶ τῶν τοιούτων ξυμφορὰς εἰκό|[τως ἄ]ν τις μακαριωτέρας νομίσειεν τῆς ἑ|[τέ]ρ̣ω̣ν δοκού[σης] εὐπραγίας. πῶς γὰρ ἂν οὐχ | ἕ̣λ̣[ο]ιτο ἀνὴρ ἀ[γαθὸ]ς ἀποβαλεῖν οὕτω τοὺς ὀ|φθαλμοὺς ὡς Πολύζηλος ἢ βλέπειν ὡς Ἀθά|μας ἔβλεπεν ἐλά‐
5φους μὲν ἡγούμενος ὁρᾶν, | τὰ δὲ ἑαυτοῦ τέκνα τοξεύων; τίς δὲ οὐκ ἂν | τὰς χεῖρας ἀποκεκόφθαι μᾶλλον ἐθελήσαι ὡς | Κυνέγειρος ἢ κεκτῆσθαι ὁποίας Αὐτόλυκος ἐ|κτήσατο; τίς δὲ οὐκ ἂν ἀποθανεῖν 〈μᾶλλον〉 εὔξαιτο ὡς | Σωκράτης ἢ ζῆν ὡς Ἄνυτος καὶ Μέλητος; τίς | δὲ οὐκ ἐζημιῶσθαι μᾶλλον ὡς Περικλῆς ἢ | κ̣ρ[ατ]εῖν ὡς
10Κλέων; τίς δὲ οὐ πένεσθαι | μᾶλλον ὡς Ἀριστείδης ἢ πλουτεῖν ὡς Καλ|λίας, καὶ ἠτιμῶσθαι ὡς | Θρασύβουλος ἢ ἄρχειν ὡς Κριτίας, καὶ φεύ|γειν ὡς Μουσ[ών]ιος ἢ βασιλεύειν ὡς Νέ|ρων; πολλ[ῷ δ’ ἂ]ν 〈μᾶλλον, ὡς ἐ〉μοὶ δοκεῖ, καὶ Λάιος καὶ Ἰο|κάστη ἐτιμή‐ σαντο ἀποβαλεῖν τὸν υἱὸν ὡς | Ξενοφῶν ἢ τοιούτου αὐτοῦ ζῶντος
15πεπει|ρᾶσθαι. 2. καὶ μὴν καὶ πόλεις ὅλαι 〈παρ〉έχοιεν ἂν | τοιούτου παραδείγματα. πῶς γὰρ ἂν οὐκ ἐθε|λήσαι δῆμος εὖ φρονῶν ἐκλι‐ πεῖν τὴν πα|τρίδα καὶ προσέτι γε αὐτοχειρίᾳ κατασκάψαι | ὡς Ἀθηναῖ〈οι μᾶλλον〉 ἢ μένειν ὡς Θηβαῖοι προδι|δόντες τὴν κοινὴν τῶν Ἑλλήνων ἐλευθε|ρίαν ὀρθοῖς τοῖς τείχεσιν; οὐ γὰρ χρὴ τὸ401
20ὄ|νομα τοῦ ὀνείδους αἰσχυνομένους αἰσχρο|τέρους τῷ ἔργῳ φα‐ νῆναι· οὔτε γὰρ οἱ μένον|τες πάντως ἀγαθοί, οὔτε οἱ φεύγοντες πονη|ροί, ἐπεὶ οὐκ ἐντὸς τειχῶν ἡ ἀρετὴ οὐδὲ | ἐκτὸς ὅρων ἡ κακία, οὐδὲ ἐν ἐκκλησίᾳ ἢ | ἐν δικαστηρίῳ τὰ τοιαῦτα διακρίνεται.

96,24

Πολ|λοῦ γάρ τοι ἄξιον ἦν τὸ δικάζειν, εἰ οἱ δικασταὶ | τῇ τετρυπημένῃ τε καὶ ἀτρυπήτῳ κακίαν καὶ ἀρετὴν διένεμον· ἀλλὰ γὰρ τοῦτό γε | ἐξευρεῖν Ῥαδάμανθυς μὲν ἴσως ἐν Ἅιδου | δύναται, οἱ δ’ ἐν Ἀρείῳ πάγῳ δικασταὶ οὐ δύ‖[νανται ο]ὐδ’ ἐν
5Λακεδαίμονι οἱ ἔφ[οροι ...] | [..... τ]ὰ̣ δοκοῦντα εἶναι ἀκρι‐ βέστα[τα τῆς] | [Ἑλλάδο]ς δικαστήρια. 2. οὗτοι γάρ εἰσιν [οἱ τ]ο[ὺς ὀ]|κ̣[τὼ σ]τρατηγοὺς τοὺς τὴν ἐν Ἀργιν[ο]ύσ[αις] | ν[αυ]μαχίαν νικήσαντας, πολλούς τε καὶ [ἀγα]|θοὺς ἄνδρας, μιᾷ ψήφῳ ἀποκτεί‐ ναντες, τὸν | δὲ κατηγορήσαντα αὐτῶν μικρὸν ὕστερον μι|σήσαντες
10ὡς συκοφάντην, Περικλεῖ δὲ τὴν ζημί|αν ἐπιβαλόντες, Κλέωνα δὲ καὶ Λύσανδρον ἀφέν|τες, Παυσανίαν δὲ ἀπογνόντες μὴ ἀδικεῖν | τὸν δὲ αὐτὸν ὀλίγον ὕστερον ἐν τῷ τῆς Χαλκιοί|κου ἱερῷ λιμῷ ἀπο‐ κτείναντες· καὶ μ[ὴν] καὶ Ἀλ|κιβιάδην [ὡ]ς̣ περὶ τοὺς θεοὺς ἀσεβῆ καὶ περὶ | ἀνθρώπους ἀσελγῆ διώ̣[ξαντες] ἔπειτα ὀλίγον | ὕστερον
15ὡς εὐεργέτην [ἐστεφάνωσα]ν καὶ στρα|τηγὸν εἵλα[ντο], οὐ πολὺ δὲ [μετὰ τοῦτο π]άλιν αὖ | ἀπὸ στρατοπέδου ἐφυγάδ[ευσαν· ὥστ’ ἐναν]τία τις | περὶ τοῦδε τοῦ ἀνδρὸ̣ς ξ̣[υλλογίζοιτ’ ἂν] ε̣ἰς τὴν ἐκεί|νων ἀφορῶν ψῆ[φον. ἀλλὰ] χ̣ρ̣η[σ]τὸν μὲν εἶναι | ὅτ[ε ἐ]στρατήγει, π[ονηρὸν] δὲ ἡνίκα ἔφευγεν | οὐ[κ] ἔξεστιν εἰπε̣ῖν· [οὐ γὰρ κιν]εῖται
20ἡ αὑτὴ | φύ[σ]ις ἐνα[λλὰξ κατὰ τοὺς δικασ]τάς. 3. διόπερ χρὴ | πάντων
δ[ὴ τῶν κριθέντων ο]ὐδὲν τούτου γε| ἕνεκεν ἐξ[ῶλες ἡ]γεῖσθαι· οὐ γὰρ ἡ κρίσις τὸν κατα|γνωσθέντα δίκαιον ἢ ἄδικον, ἀλλ’ ὁ καταγνω‐ ς|θεὶς τὴν κρίσιν ποιεῖ, εἰ μὲν χρηστὸς φαίνοιτο, | ἄδικον, εἰ δὲ πονηρός, δικαίαν ἔργῳ ἀποφαί|νων. τεκμ[ήριον] δέ· οὔτε γὰρ Σω‐402
25κράτην οἱ δικας|ταὶ πονηρὸν [κἄδικο]ν τῇ αὑτῶν ψήφῳ παρες|κεύα‐ σαν, ἀλλὰ Σωκράτης ἐκείνους ἀδίκους καὶ | παρανόμους, οὔτ̣[ε α]ὗ Ἀριστείδην Ἀθηναῖ|οι, ἀλλά το[ι καὶ οἱ] φυγαδε̣ύ̣οντες α[..]ε̣ δίκαιον | ἀπεκάλουν· [ὁ δ]ὲ Ἀπόλ[λων] Λάμπον.[.]. τὸν Με|‐ γαρέα φυγάδ[α ὄ]ντα οὕτω̣ς̣ προσηγόρευ[σ]ε̣ν· |
30
κλε[ι]νὸς ἀνὴρ [ἥκ]ε̣ι γενεὰν ἕδραν τε μ[α]τεύων,| Σωκράτην μ[ὴν] καὶ μὴ παρόντα “πάντων σοφώτατον” εἶναι ἀπεφήνατο. ἀλλ’ εἰ καὶ Ἀθηναίοις οὐκ | ἐξήρκεσεν τοιοῦτος μάρτυς πρὸς τὴν Ἀνύτου | καὶ Μελήτου συκοφαντίαν, ἆρ’ ἔστιν ὅστις ἔτι | χρ[η]στὰ συν[ειδὼ]ς αὑτῷ καταδίκης [ὄ]νομα αἰς|χύνεται, ὁπότε
35τὸν μὲν θανάτῳ ζημιωθέντα | σοφώτατον εἶναι ὁ θεὸς ἀπέφηνεν, τὸν δὲ φυγῇ | κλεινότατον, δικαιότατον δὲ Ἀριστείδην αὐτοὶ | οἱ καταψηφισάμενοι ἐμαρτύρησαν; 4. ὥστε οὔτε | φυγὴ οὔτε πάλιν αὖ μονή, οὔτε ἀτιμία οὔτε τιμή, οὔτε ἀδικία 〈οὔτε—, οὔτε ἐλευ‐ θερία〉 οὔτε δουλεία, οὔτε πλοῦτος ἢ πενία | ἀγαθὰ ἢ κακά, ἀλλὰ
40ἡ μὲν τούτων εἰς τὸ δέον χρῆ|σις ἀγαθή, ἡ δὲ εἰς τὸ μὴ δέον κακή· καὶ πάλιν αὖ | [ἡ] μὲν μετ’ εὐγνωμοσύνης 〈 〉 αἰσχρά τε καὶ λυπη|ρά.

96,25

Οὐ γὰρ τότε χρὴ πρῶτον εἰδέναι ἀνθρώπους | ὄντας καὶ ἐπὶ πολὺ ταύταις ταῖς ξυμφοραῖς τρα|φέντας, ὅταν τις ἐπιγένη‐ ται τῆς τύχης μεταβο|λή· ὀψὲ γάρ τοι σωφρονήσομεν· ἀλλὰ καὶ ἡνίκα | εὐπραγοῦμεν, ἐκ πολλοῦ χρὴ τὰ δεινὰ προβλέ|πειν καὶ
5προσδοκᾶν πρός τε τὴν ἔφοδον αὐτῶν | παρεσκευάσθαι, οἷα τοὺς ἀγαθοὺς κυβερνήτας | πρὸ τοῦ χειμῶνος συσκευαζομένους, καὶ τὴν | [ad 23 ll.].ων δίκην | [ad 18 ll. παλινδρο]μίαν ἐγὼ | ....π̣ρ̣ι̣ν‐ τε. [ad 6 ll. τῇ νηῒ ο]ὐριοδρομού|σῃ ἡ τῶν κακῶ[ν τρικυμία] ἄφνω προσπε|σοῦσα εὐθὺ πρῴρ[αν βαλεῖ]ν̣ ἢ καὶ πλάγιον ἀ|νατρέψαι403
10τὸ σκάφος. 2. ἀλλὰ κἂν ἕτερόν τινα | ἴδῃ〈σ〉 συμφορᾷ π[εριπ]|επτω‐ κότα, ὥσπερ ἑτέ|ραν ναῦν ἐκ πο[λλοῦ] χειμαζομένην προ|ϊδών, καὶ πρὸς αὑτὸν ἥξειν τὸν ἐκεῖ χειμῶ|να προσδόκα· εἰ δὲ καὶ κατα̣‐ δυθεῖσαν ἴδοις, | τότε δή, τότε πα̣[ρ]ε̣ῖχε τὸ σαυτοῦ ἀναγκαῖον | ὁρᾶν ἐν τῷ τοῦ πέλας παραδείγματι. καὶ γὰρ | ἡ σὴ ναῦς φθαρτὴ
15καὶ “φορητὴ κύμασιν παντοδαπῶν ἀνέμω[ν ῥ]ιπαῖσι” καὶ ἐξ ὁμοίων | ξύλων συμπεπηγ[υῖα]· τῇ δ̣ὲ προνοίᾳ καὶ | ἀσφαλείᾳ καὶ καρτερίᾳ διαφέρει ἄνθρωπος ἀνθρώπου. ἀλλ’ ἐὰν παλινδρομοῦν‐ τά | τινα ἴδῃς, ἔχεις παράδειγμα ἀσφαλείας, κἂν | εἰς λιμένα κατα‐ φυγόντα, μίμησαι καὶ το̣ῦ[το·] | ἂν δ’ εὐπλοοῦσαν καὶ πλ̣η̣σίστιον
20ἴδῃς “ἀγα[λ]λομένην Διὸς οὔρῳ”, ε.ε̣[.]ι̣νη καὶ τὴν σαυτοῦ | τύχην μὴ καταφρονή[σῃ]ς̣ μέχρι ἄν το̣ι̣ ἐν̣ | τῇ τοῦ βίου θαλάττῃ τυγχάνῃς ὤν· ἀ̣[λλοία] | γὰρ γίνεται καὶ μεταβάλλει. 3. καὶ γάρ τοι οὐρίῳ | ποτὲ πνεύματι θέοντας ἔσ̣θ̣’ ὅτε̣ δ̣ὴ τὸ σκά|φος ὑπέραντλον γενόμενον συγκατέδυσεν | ἢ ἀφειδῶς τοῖς ἱστίοις χρη‐
25σαμένους τὸ πνεῦ|μα κατὰ πρύμναν λάβρον ἐμπεσὸν „αὐτάν|δρουσ“ κατὰ τὸν Μένανδρον “ἐξήραξ[ε κ]αὶ | ἀνεχαίτισεν”. ἔνθα δὴ τὰ μεγάλα καὶ τὰ | ἀνήκεστα γίγνεται σφάλματα. ἐν μὲν γὰρ | χει‐ μῶνι καὶ φόβῳ ἢ τὸν ἱστὸν ἐξέ|τ̣εμεν ἢ τοῦ φόρτου τὸ πλέον ἀ̣[πο]ρ̣ρί‐ ψας | [ἐ]π̣εκούφισεν ἢ καὶ ἐς τέναγος προσχὼν | ἐπ̣[ώ]κειλεν τὸ
30σκάφος ἢ τὸ τελευταῖον σανί|δος τινὸς ἢ ἀμφορέως ἐφρόντισεν, ᾧ προς|αναπαυόμενος ἐς αἰγιαλὸν ἐκκολυμβή|σαι· ἐν δ’ εὐπραγίαις καὶ εὐτυχίαις οἱ ἄν|θρωποι, ὑπὸ ἀμ̣ε̣ριμνίας̣ π̣ολλάκις ἄ̣ν̣αν|δροι,
ὥσπερ τὰ μεγάλα δένδρα πρό〈ρ〉ριζα ἀνα|τρέπονται.404

96,26

Τὸν μὲν δὴ εὐθυμεῖσθαι ἐθέ|λοντα χρὴ ἐν μὲν τοῖς ἀγα‐ θοῖς ἀφορᾶν ἐς | τοὺς ἐλάττω ἀγαθὰ κεκτημένους, ἐν δὲ τοῖς | κακοῖς ἐς τοὺς μᾶλλον δυστυχοῦντας· ἐὰν δὲ | πάλιν ἐν τοῖς ἀγαθοῖς ἐς τὸ ὑπερέχον ἢ ἐν τοῖς | κακοῖς ἐς τὸ ἐνδεέστερον ἀποβλέπῃς, αἰεὶ |
5λυπήσει καὶ φθονήσεις ἐστὶ δὲ λύπη μὲν ἀ|νία ἐπὶ τοῖς οἰκείοις κακοῖς, φθόνος δὲ ὀδύ|νη ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς. 2. καὶ οὐ τοῦτο | λέγω ὡς χρὴ τοῖς ἀλλήλων κακοῖς ἐφήδε|σθαι, ἀνήμερον γάρ, ἀλλ’ ὅτι τὰς ἀνθρωπείας | τύχας κοινὰς χρὴ νομίζοντας τῷ ἴσῳ τοῦ | ἀναγκαίου ἐπικουφίζεσθαι· οὐδεὶς γὰρ οὕτως | δυστυχὴς
10ἂν γένοιτο ὃς οὐ ζητῶν ἐν ἀνθρώ|ποις δυστυχέστερον ἂν εὕροι, ἐπεὶ | πᾶσά τοι κακῶν ὑπερβολή, κἂν πάνυ ἕκαστος τὰ αὑτοῦ δεινὰ οἴηται, ἐν τῷ μακρῷ βίῳ ‖ ε[ad 31 ll.] | ω̣ν̣ [ad 23 ll. ἐ]π̣ο̣ίησε̣ | καν̣. [ad 16 ll.] ἄ̣[νδρ]α̣, οὐ μόνο̣[ν] | τυφλὸν [γενόμενον, ἀλλὰ] μ̣ι̣[άν]αντα τὸ μη|τρῷον λ[έχος. ἔτι δ’ ἂν λέγ]οι[θ’] ὁ Τηρεὺς οἰ|κτρό‐
15τερ[ος τὸ ἑαυτοῦ 〈 〉 τέκν]α [κ]αταφαγών, ἀλ|λὰ καὶ αἰσχ̣[ύνας] τὴν [αὑτοῦ λ]ο̣ι̣πὴν καὶ ἀγαπη|τὴν θυγατέρα. ὡς ἄμεινο̣ν̣ ἦν κἀκεί‐ νην σὺν | τοῖς ἀδελφοῖς ἐπὶ τῆς αὐτῆς τραπέζης παραθε|μένῳ κατα‐ φαγεῖν ἢ ἐκ τοιούτων γάμων τέκνα ποιήσασθαι, ὥσπερ τὰ πρῶτα εὐτυχῶς | παιδοτροφήσαντι. 3. τί δέ; εἰ μὴ τοὺς τραγῳδοὺς | εἴχο‐
20μεν, τίς οὕτως ἀπείρατος τῶν ἀνθρωπεί|ων μεταβολῶν ἐστιν ὃς οὐ πολλοῖς τοιούτοις | σ[υνέτυ]χεν; οὐ μόνον εἴ τις καθ’ Ἡσίοδον ἐ|γ̣[ένετ]ο̣. οὐ γάρ, ὦ Ἡσίοδε, ὡς σὺ φῇς, μόνον τὸ | σ[ιδ]ηροῦν γένος ξυμφορῶν ἔμπλεων, ἀλλὰ | καὶ τὸ τέταρτον καὶ τρίτον καὶ δεύτερον καὶ αὐ|τὸ τὸ πρῶτον γένος, ἵνα μὴ μόνος ὀδύρῃ, ἀγχι|‐
25στρόφοις τύχαις ἐχρήσαντο. 4. καὶ γὰρ οὗτοι, ὧν | μικρῷ πρόσθεν
ἐπεμνήσθην, θεῶν παῖ|δες ἦσαν, οἱ δ’ ἔγγονοι· ὁ Τάνταλος ἐκεῖνος (εἴ | τινά που ἀκούεις ἢ καὶ ἐν Ἅιδου εἶδες διψῶντα) | θεῶν ξύσσιτος ἢ ὁ Τιτυὸς ἢ ὁ Σίσυφος· ὁ Πη|λεὺς αὐτὸς τρίτος ἀπὸ Διὸς ἦν καὶ γυναῖκα ἐκ | τῶν ἐναλίων ἠγάγετο, ἀλλὰ τὸν υἱὸν πρὸ ὥ|ρας405
30ἀπώλεσεν καὶ ἐν γήρᾳ καὶ ἐν πενί|ᾳ τῆς πατρίδος ὑπὸ τῶν ἐχθρῶν ἠλαύνετο· | ἀλλὰ μὴν οὐδὲ ὁ υἱωνὸς αὐτῷ ἐπαρκεῖν ἐδύ|νατο· ἔφευγεν γὰρ καὶ οὗτος. ἀλλά σοι βούλει | τοῦ δευτέρου ἢ τρίτου γένους ἐπιμνησθῶ; | ὁ Σαρπηδὼν Διὸς ἦν καὶ ἀπέθνῃσκεν νέ|ος, ἕτεροι δ’ ἐγήρων· Αἰνείας ἐκεῖνος ὁ | ἀνέστιος καὶ ἄπολις Ἀφρο‐
35δίτης υἱὸς ἦν, | καὶ ἔφυγεν τὸν πατέρα ἐπὶ τῶν ὤμων ἔ|χων τὸν τῆς Ἀφροδίτης ἐρώμενον | καὶ υἱὸν ἅμα ἐφελκόμενος. 5. σὺ δὲ Ἀσκραῖ|ος ὢν πολίτης πόλεως ἣν αὐτὸς λέγεις | “χεῖμα κακῆς, θ̣έρει ἀργαλ〈έ〉ης, οὐδέ ποτ’ ἐσθλῆς”, | Δίου δὲ καὶ Πυκι̣[μή]δης υἱὸς ὤν, οὓς οὐδὲ εἷς οἶ|δεν οὐδὲ εἰ ἐλεύθεροι τὴν ἀρχὴν ἐγένοντο, |
40τοιαῦτα, Ἡσίοδε, ὀδύρῃ καὶ ἀγανακτεῖς, καὶ | τῶν θεῶν καταλέ‐ γεις ὅτι σε ἐκ μὲν ποιμέ|νος ποιητὴν ἀπέδειξαν, ἐκ δὲ ἀδόξου ἀε̣ίμνη‐ ς|τον ἔθηκαν; καί τοι τῶν ἐκ τοῦ χρυσοῦ 〈γένουσ〉 | ποιητῶν οὐδεὶς μνημονεύεται· ἐν δὲ τούτῳ τῷ γένει γενόμενος ἀδοξεῖς, ἐν ᾧ αἱ Μοῦσαι | σὲ μὲν ἐδίδαξαν, “Θάμυ|ριν” δὲ “τὸν Θρήικα παῦσαν
45ἀοιδῆς”; ἀλλὰ γὰρ | ἐκεῖναί σε ἴσως τὰ μὲν τῶν θεῶν γένη ἐ̣|δίδαξαν, τῆς δὲ θείας διανοίας οὐκ ἀξιόχρεων | ἐνόμισαν εἶναι μαθητήν, καθ’ ὃν ἐκεῖνος τὸ | πᾶν κυβερνᾷ πρὸς τὸ σοὶ ἡδὺ ἢ πρὸς τὸ σοὶ δί|καιον φαινόμενον ἀποβλέπων.

96,27

Ἀλλὰ καὶ τὸ ὡς | ἀληθῶς δίκαιον καὶ τὸ τῷ κόσμῳ παντὶ ξύμφορον, ὥσπερ ἀγαθὸς κυβερνήτης πρὸς τὸ | τῇ νηῒ καὶ πᾶσι τοῖς πλέουσι σωτήριον ‖ [ἀποβλέπει, ad 26 11.] | vv. 2—8 de‐ sunt omnino; vv. 9—16 supersunt nonnullae litterae in prin‐
5cipio: 9 μ[ ]10 αδ̣[ ]11δ[ ]12 κ[ ]13η[ ]14 δ. [ ]15 α..[] 16 ..α.[ ]17 εκειν̣[ ad 16 ll.] |χεσθ[αι ad 13 ll.] . ολω..[ad 10 ll.] | θικ .. [ad 15 ll.]μενειν [ad 10 ll.] | προσεν[ ad 9 ll. δόλ]ιχον ἀποκλίν̣[ειν, μ]ετά|στηθι τοῦ̣ τ̣α[ῦτα .....]μένους ἀπορρῖ‐ ψαι τῆς | νεὼς ἔξω κ̣α̣τ̣[ὰ τῶν το]ῦ Ταρτάρου βυθῶν, ὡς τῇ | κοινῇ
10σ̣ωτ̣[ηρίᾳ ......]ι̣ωμένους σου. 2. ἐὰν δὲ πει|θόμενος ε̣[ὐγνωμό‐ νως] ἔχῃς, καλῶς καὶ ἀπταίστως | τὸν τοῦ βίου δ̣[ρόμον ἐξ]ανύσας τῇ ἐκείνου προ|νοίᾳ ἐπιβήσ̣ε̣[ι ἐς τὸν] λιμένα ἄκλυστον εὐδαι|μονίας, ᾗ ε̣κ̣βήσε[ι κα]ὶ τὰ πάλαι θ[ρυ]λούμενα Ἠ|λυσίων π̣ε̣δ[ί]ων [ἀγ]αθὰ ὄψει, κἀκεῖ μένων οὐ|κ ἐμφοβήσει μ̣ὴ̣ τ̣ὸ [σκ]άφος ἀπὸ τοῦ μεγίστου406
15κυ|βερνήτου .... ε̣ .[..] . ει σωζόμενόν τε καὶ πορ|θμευόμενον ἄλλους ἐξ ἄλλων ἐπιβάτας ἀνα|λήψεται.

96,28

Ὁ δ̣’ ἄ̣λ̣λ̣[ος] καὶ μέγιστος κλῆρος λείπε|ται ὥσπερ ἐφεδ[ρ]εύων περὶ τοῦδε τοῦ τῆς εὐ|θυμίας σ̣[τ]εφάνου, ἐλευθερία, κατὰ πιθανό|τητα̣ π̣ρ̣[οβε]βλημένος ὡς ἄρα ο̣ὔτ̣’ ἄνετον εἴη μο[ι] | τὸ τῆς φυ[γῆς] οὔτ’ αὐτεξούσιον, ἀλλ’ ἐν μιᾷ νήσῳ | κατα‐
5κεκλεισμένῳ πᾶσάν τοι̣ ...... δίαιταν | καὶ ἐλευθέριον νομὴν ἀφῃρημ̣έ̣νῳ, οἷα τὰ ἐν | τῷ Μηδικῷ παραδείσῳ τρεφόμενα θηρία, ἅ | φησιν ὁ Κῦρος λεπτὰ εἶναι καὶ ψωραλέα καὶ ἰσχὺν | ἀφῃρῆσθαι, τὰ δ’ ἐν τοῖς πεδίοις λιπαρ̣ὰ̣ δ̣[ιότι] ἄφε|τα καὶ ἐλεύθερα. 2. τῷ μὲν οὖν Κύρῳ Π̣έ̣[ρσῃ ὄ]ν[τι] | καὶ τὰ φεύγοντα καὶ λιπαρώτερ̣α̣ δ̣ι̣ώ‐
10κ̣ει[ν ποθοῦν]τι ὑπ’ ἀγερωχίας καλὸς ὁ μῦθος καὶ ἁρμόζων | λέγε‐ σθαι, ὑπὲρ δὲ ἀνδρὸς ἐλευθερίας ἐξετάζοντι, ᾧ | ἡ ἐλευθέριος δίαιτα οὐκ ἐν τῷ ὀνόματι, ἀλλ’ ἐν τῇ | γνώμῃ, εἰδέναι προσήκει ὅτι ἀνδρὸς ἀγαθοῦ ψυχὴ οὔτε θαλάττῃ εἵργεται οὔτε δεσμωτηρίῳ | οὔτε τοῖς Ἄρεως δεσμοῖς οὔτε τῷ Ἀκρισίου χαλ|κῷ θαλάμῳ οὔτε τῷ Ἡφαί‐
15στου σιδήρῳ | οὔτε τῷ πάντα περιέχοντι Ὠκεανῷ, ἀλλ’ ἔνθα | ἂν αὐτὴν δήσῃς καὶ καθείρξῃς, ἐξελθεῖν μὲν οὐ | θελήσ[α]σα (οὐ γὰρ θέμις αὐτῇ φε[ύγε]ιν οὐδὲ τοὺς | νόμους παραβαίνειν οὔτε τ̣οῦ θ̣[εοῦ τ]ὰ̣ς [φ]ωνὰς | οὔτε τοῦ Σωκράτους τοὺς τ̣η̣[ροῦν]τ̣ας νό‐ μους), | ἀλλ’ αὐ[τόθι ἔ]νειμε νομ̣ὴ̣ν̣ ἐ̣[λευ]θέραν [ἀ]π[ό]|λυτος
20κ̣α̣[ὶ ἀ]τείχιστος καὶ [ἄ]δε[σμος ἀεί. 3. τὸν δὲ] | ἄνδρ[α ἐξελθ]ε̣ῖ̣ν ἐθέλοντα τ̣οῦ β̣[ίου ad 8 ll.] ‖ [........ [ad 22 ll.] | [......] γα̣ρ̣[ad 22 ll. 3] | [......].ουλ. [ad 21 ll.] | [..]λυ[...]ι̣το‐ μη[.]. υλ̣[ad 14 ll.]|σεται οὔτε [...]λ̣υθήσεται [ad 1i ll.] | σει αὐτὸς ὢν κ[ad 14 ll.]|σεται οὔτε [...]λ̣υθήσεται [ad 12 ll.] |407
25ας ὁ νόμος ταῦτα τὰ π̣α[ad 14 ll.]|της.

96,29

Οὐ γὰρ ἡ νομὴ ἁρμό̣[ζει......... ἡ] | τῶν νομά‐ δων, ἀλλὰ τὰ τῆς̣ [ὑπαρχούσης ἀ]|ληθοῦς ἐλευθερίας. ἐὰν δή [σε τινῶν ἐλευθέ]|ριος κωλύῃς, αὐτὸ τοῦτό σοι ἐ[λευθερία, ἀλλὰ] | τοῦτό σοι δουλεία, ἐὰν τῶν μ[ὴ ὁσίων ἀδυνάτων] | τε ἐρᾷς αἰεί·
5ἀτυχήσει〈ς δ’ 〉ἀεί [ἐν τούτῳ. 2. ἡμεῖς] | δὲ ἀπὸ μὲν τῆς νήσου τὴν [ἤπ]ει̣[ρον ὁρῶντες] | ἀνιασόμεθα ὅτι μὴ ἐ̣ξελθ̣θε̣ῖ̣ν ἐξ [αὐτῆς ἡμῖν] | ἔξεστιν, ἀπὸ δὲ τῆς γῆς τὸν οὐραν[ὸν ὁρῶντες οὐ]|κ ἀνιώ‐ μεθα ὅτι μὴ ἀναβῆναι [ἄνθρωπον ἐς αὐ]|τὸν οἷόν τε; καίτοι πολὺ ἀ̣τ̣υ̣[χ]έ̣στ̣[ερον τοῦτο. ἀλ]|λὰ τὰ μὲν δυνατὰ ἐξ αὐτοῦ καὶ ἐν [ad
109 ll.] |ομεν, περὶ δὲ τῶν ἀδυνάτων ο[ὔτε πονοῦμεν] | οὔτ’ ἐγχειροῦ‐ μεν μάτην ὥσ̣[περ Ὦτος καὶ] | Ἐφιάλτης οἱ τὰ ὄρη τοῖς ὄρεσιν ἐ̣[πιθεῖναι ἐγ]|χειροῦντες ἵν’ οὐραν[ὸν ἐσανα]βα̣[ῖεν. ἀλλὰ τό]|πους πολλοὺς καὶ αὐτό[θεν ἔξεστιν ἡμῖν ὁρᾶν]. | εἰ δ̣ὲ ἐμὲ μὲν ἐν νήσῳ [ad 18 ll.]|ρο...τ̣οι βούλονται πε̣[ ad 18 ll.]|ρο... [ἐ]κ̣είνου
15οὐδὲ ἐν το[ad 18 ll.] | .....ωλ. ω̣ν̣ηπαρ[ad 18 ll.] |.....υ̣τ̣ι̣ς̣ ....ιπ̣ο̣τα[ ad 18 ll.] | ..... [.......] οὐρανο[ ad 18 ll.] |
.δ̣...[.......]δων[ ad 18 ll.] | [..]..[.........]θυιησ[ ad 18 ll.] | [ad 11 ll.] ε̣ι̣ταιμ̣[ ad 18 ll.] | [ad 11 ll.]υδι̣ο̣υ̣χ̣[ ad 18 ll.] | [ad 11 ll.].. τασ̣[ad 18 ll.] | . α̣φ[ad 18 ll.] | [ad 13 ll.]408
20.ειδ̣[ad 18 ll.] | — — — — — —409

97

πολλάκις ἐξ ἡλίου εἰς ἥλιον εἱστήκει ἀστραβέστερος τῶν πρέμνων.525

98

Philostr., vit. Apollon. IV 25, 1 ἐν Κορίνθῳ δὲ φιλοσοφῶν ἐτύγχανε τότε Δημήτριος, ἀνὴρ ξυνειληφὼς ἅπαν τὸ ἐν Κυνικῇ κράτος, οὗ Φαβωρῖνος ὕστερον ἐν πολλοῖς τῶν ἑαυτοῦ λόγων οὐκ ἀγεννῶς ἐπεμνήσθη.

99

Ζάμολξις οἰκέτης ἦν Πυθαγόρου, καὶ προσεκύνησαν αὐτὸν οἱ Γέται.

100

ἡ καλουμένη χάρις παρὰ τοῖς ἀνθρώποις, τοῦτό ἐστιν ὕφεσις
ἀκριβείας ἐν δέοντι.526

101

ἔστι δὲ οὐκ ἀξιόπιστος ἔπαινος, ὃν ἐπαινεῖ τις ἕτερον διὰ τὸ ἑαυτοῦ συμφέρον.

102

ὥσπερ ὁ Ἀκταίων ὑπὸ τῶν τρεφομένων ὑπ’ αὐτοῦ κυνῶν ἀπέ‐
θανεν, οὕτως οἱ κόλακες τοὺς τρέφοντας κατεσθίουσιν.528

103

ὥσπερ γὰρ τὰ θηρία τὴν σαγήνην ὑποχωροῦντα 〈ἀεὶ〉 εἰς ἐλάττω τόπον συνάγεται, οὕτω δὴ καὶ τοὺς τυράννους ἔστιν ἰδεῖν ἐπανα‐ χωροῦντας ἐκ μὲν τῆς Ἑλλάδος εἰς τὴν πόλιν, ἐκ δὲ τῆς πόλεως εἰς τὴν ἀκρόπολιν, εἶτ’ εἰς τὴν οἰκίαν, ἔπειτ’ εἰς τὸ δωμάτιον. εἶτα
5δύναται καταφυγεῖν ἄνθρωπος θεὸν φεύγων; ὅπου γὰρ ἂν κατα‐
φύγῃ, ἡ Δίκη αὐτὸν εὑρήσει.529

104

ἀλλ’ ἐγὼ βούλομαι ἡδονήν τινα τῷ τυράννῳ μηνῦσαι. εἰ μὲν ἀνθρωπίνην θέλεις, ὦ Διονύσιε, πείνησον ἵνα φάγῃς, δίψησον ἵνα πίῃς· εἰ δὲ δεξιάν τινα καὶ ὑπέρσπουδον καὶ τηλικαύτην ἡλίκην οὐδεὶς πρὸ σοῦ, ἀπόθου τὴν τυραννίδα. τὸν γὰρ μυρίων καὶ πεντα‐
5κισχιλίων χλαμύδων δεόμενον οὐκ ἔστι μὴ πλειόνων δεῖσθαι· οἷς
γὰρ ἔχω προσδεόμενος, ἀφελὼν ὧν ἔχω, ἀρκοῦμαι οἷς ἔχω.530

105

πενίας διττὸν εἶδος· ἢ γὰρ διὰ τὴν γνώμην ἄνθρωποι πένονται ἢ διὰ τὴν τύχην. ἀλλὰ τὴν μὲν τύχην ἔστι θεραπεῦσαι καὶ δόσει καὶ εὑρέσει καὶ ἐργασίᾳ καὶ αὐταρκείᾳ, τὴν δὲ γνώμην οὐκ ἔστιν· οὐ γὰρ ὁμοίων δέονται οὗτός τοι κἀκεῖνος· ἀλλ’ ὁ μὲν περιέρχεται
5“αἰτίζων ἀκόλους”, ὁ δὲ οὐκ ἀκόλους οὐδὲ ψωμόν.531

106

γραῦν τινά φασι μόσχον μικρὸν ἀραμένην καὶ τοῦτο καθ’ ἡμέ‐ ραν ποιοῦσαν λαθεῖν βοῦν φέρουσαν.

107

Φασὶ δὲ καὶ ἑταιρικόν τινα ἀναγκαζόμενον ὑπὸ τοῦ πατρὸς γεωργεῖν ἀπάγξασθαι, γράψαντα ἐν γραμματειδίῳ ὅτι ἀπέραντόν τι καὶ ἀκατάστροφον ἡ γεωργία ἦν· σπείρειν ὅπως θερίσωμεν,
εἶτα θερίζειν ὅπως σπείρωμεν· ἄτοπόν τι τὸ χρῆμα τῆς περιόδου.532

108

Φαβωρῖνος εἶπε τοὺς ἀνθρώπους πῇ μὲν εἶναι γελοίους, πῇ δὲ μισητούς, πῇ δὲ ἐλεεινούς· γελοίους μὲν θρασύτητι μειζόνων ὀρεγομένους, μισητοὺς δὲ ἐπιτυχόντας, ἐλεεινοὺς δὲ ἁμαρτάνοντας,
ζηλωτοὺς δὲ 〈οὐδέ〉ποτε.533

109

ἄνθρωπος ἐὼν μήποτε φάσῃς ὅ τι γίνεται αὔριον, μηδ’ ἄνδρα ἰδὼν ὄλβιον ὅσσον χρόνον ἔσσεται. ἀλλὰ μηδὲ οἶκον· ὥσπερ ἀμέλει ὁ ποιητὴς διεξέρχεται τὴν τῶν Σκωπαδῶν ἀθρόαν ἀπώλειαν. ἤδη δὲ καὶ πόλεις παρ’ ὃ προσε‐
5δόκησαν ἀνάστατοι γεγόνασιν αἰφνίδιον, αἱ μὲν ὑπὸ πυρός, αἱ δ’ ὑπὸ σεισμοῦ, αἱ δὲ τῆς θαλάττης ἐπελθούσης. ποῦ μοι Ἑλίκη; κατε‐ πόθη. ποῦ Βοῦρα; καὶ αὐτὴ κατεπόθη. δύο πόλεις Ἑλληνίδες
ἀπώλοντο ὥσπερ πλέουσαι.534

110

εὐτυχῶν μὴ ἔσο ὑπερήφανος, ἀπορήσας μὴ ταπεινοῦ· τὰς με‐
ταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν.535

111

Κλεόβουλος ὁ Λίνδιος ἐρωτηθεὶς ὑπό τινος τίνα δεῖ μάλιστα φυλάττεσθαι, εἶπε· “τῶν μὲν φίλων τὸν φθόνον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν”.

112

Διογένης ὁ κυνικὸς φιλόσοφος, θεασάμενος ἑταίρας υἱὸν λίθον
εἰς ὄχλον βάλλοντα, “οὐκ εὐλαβῇ, ἔφη, μή σου τὸν πατέρα πλήξῃς;”536

113

Ἀριστείδης ὁ δίκαιος ὀνειδιζόμενός ποτε εἰς πενίαν εἶπεν· “ἀλλ’ ἐμοὶ μὲν ἡ πενία οὐδὲν συνιστορεῖ κακόν, σοὶ δὲ ὁ πλοῦτος
πολλά”.537

114

ἐρωτηθεὶς πόσον ἔστι χρόνον ἄνθρωπον καλῶς ζῆν, ἔφη· “ἕως ἂν ὑπολάβῃ τὸ τεθνάναι τοῦ ζῆν κρεῖττον εἶναι”.

115

Βίων ὁ περιπατητικός “τὰ χρήματα, ἔφη, τοῖς πλουσίοις οὐ
δεδώρηται, ἀλλὰ δεδάνεισται.538

116

Ἄμασις, ὁ τῶν Αἰγυπτίων βασιλεύς, φίλῳ ἀποβαλόντι υἱὸν γράφων παραμυθητικῶς εἶπεν· “ὅτε οὐδέπω ἦν, οὐκ ἐλυποῦ, μηδὲ νῦν, ὅτε οὐκέτι ἔστι, λυπηθῇς”.

117

Ἀρίστιππος ὁ Κυρηναϊκὸς φιλόσοφος παρεκελεύετο τοῖς νέοις τοιαῦτα ἐφόδια κτᾶσθαι, ἅτινα αὐτοῖς καὶ ναυαγήσασι συνεκκο‐
λυμβήσει.539

118

Τίμων ὁ μισάνθρωπος ἐρωτηθεὶς “διὰ τί πάντας ἀνθρώπους μισεῖς” εἶπε· “διότι τοὺς μὲν πονηροὺς εὐλόγως μισῶ· τοὺς δὲ
λοιποὺς ὅτι οὐ μισοῦσι τοὺς πονηρούς”.540

119

Σόλων ὁ σοφὸς ἐκείνην εἶπεν ἄριστα οἰκεῖσθαι τὴν πόλιν, ἐν ᾗ τοὺς ἀγαθοὺς συμβαίνει τιμᾶσθαι, κάκιστα δὲ οἰκεῖσθαι ἐν ᾗ τοὺς κακούς.

120

[τοῦ αὐτοῦ] 〈Διονυσίου〉 προσπτύσαντος αὐτῷ ἠνέσχετο· μεμ‐ ψαμένου δέ τινος αὐτόν, “εἶτα οἱ μὲν ἁλιεῖς, εἶπεν, ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάσσῃ, ἵνα κωβιὸν θεράσωσιν, ἐγὼ δὲ μὴ ἀνάσχω‐
μαι τὸ αὐτὸ παθεῖν, ἵνα ἄνθρωπον ἁλιεύσω;”541

121

ὀνειδιζόμενος δέ ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα, “καὶ γάρ, ἔφη, ὅταν δεῖπνον ἔχω, μάγειρον μισθοῦμαι”.

122

ἐρωτηθεὶς ὑπό τινος εἰ γήμαι, ἔφη· “ἐὰν μὲν αἰσχρὰν γήμῃς,
ἕξεις ποινήν· ἐὰν δ’ ὡραίαν, ἕξεις κοινήν”.542

123

τοσούτῳ διαφέρειν τὴν φρόνησιν τῶν λοιπῶν ἀρετῶν ἔλεγεν
ὅσῳ ὅρασιν τῶν ἄλλων αἰσθήσεων.543

124

ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολιτείᾳ ἰσχύειν ἔλεγε λόγον εὖ ἔχοντα.

125

ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυρό‐
τερον εἶναι.544

126

εἰσ〈αγ〉αγόντος τινὸς αὐτὸν εἰς πολυτελῆ οἶκον καὶ κωλύον‐ τος πτύσαι, ἐπειδὴ ἀνεχρέμψατο, εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυσεν εἰπὼν χείρονα τούτου τόπον μὴ εἶναι αὐτόθι.

127

Ἀλεξάνδρου ποτὲ πέμψαντος ἐπιστολὴν πρὸς Ἀντίπατρον εἰς Ἀθήνας 〈διά τινος Ἀθλία〉, ἔφη· “ἄθλια παρ’ ἀθλίου δι’ ἀθλίου πρὸς ἄθλιον”.

128

Ἐπαμεινώνδας γὰρ ὁ Θηβαῖ[ος]
Ἑλλήνων ταύτην ἔφη μεγίστ[ην]545

129

Phrynich. eclog. § 411, p. 502 Rutherford (p. 447 Lobeck) ἀπηρτισμένον, ἀπήρτικα καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα. ἀποτετέλεσται δὲ καὶ ἀποτετελεσμένον χρὴ λέγειν· ἄμει‐ νον γάρ. ἐκτὸς εἰ μή ποθεν τοῦτο εἰς Φαβωρῖνον ἦλθεν, ὅθεν οὐδεὶς
5οἶδεν. ἀρχαῖοι μὲν γὰρ οὕτως οὐ λέγουσιν, ἐκεῖνος δέ· πλὴν εἰ
εἷς. ἡμεῖς οὖν ὡς οἱ ἀρχαῖοι, ἀλλὰ μὴ ὡς Φαβωρῖνος.546

130

Phryn., ecl. § 168, p. 279 Ruth. (p. 192 Lob.) ἀφιερῶ‐ σαι· καὶ τοῦτο Φαβωρῖνος· σὺ δὲ καθιερῶσαι λέγε.

131

Phryn., ecl. § 302, p. 376 Ruth. (p. 347 Lob.) βρώσο‐ μαι, κακῶς ὁ Φαβωρῖνος· οἱ γὰρ Ἀττικοὶ ἀντ’ αὐτοῦ ἔδομαι χρῶνται καὶ κατέδομαι. Phryn., praep. soph. p. 66, 13 De Borries ἔδει καὶ ἔδομαι
5καὶ ἔδεται καὶ ἔδονται. οἱ μὲν ἀμαθεῖς φάγῃ λέγουσιν ἐπὶ τοῦ μέλ‐ λοντος· ὁ δὲ Φαβωρῖνος τῷ βρώσομαι ἐχρήσατο.

132

Phryn., ecl. § 177, p. 284 Ruth. (p. 199 Lob.) ἐξιδιά‐ ζονται· καὶ τοῦτο Φαβωρῖνος λέγει κακῶς· ἰδιοῦσθαι γὰρ τὸ τοιοῦτον λέγουσιν οἱ ἀρχαῖοι. Thomas Mag. s. v. ἐξιδιάζονται· Φαβωρῖνος λέγει· σὺ δὲ ἐξι‐
5διοῦνται.

133

Phryn., ecl. § 27, p. 103 Ruth. (p. 37 Lob.) ἐπεξελευ‐
σόμενος· ἄλλος οὗτος Ἡρακλῆς. τοῦτο οὖν ἔσυρεν ἐκ τριόδου Φαβωρῖνος· χρὴ γὰρ ἐπεξιὼν εἰπεῖν· καὶ γὰρ ἐπέξειμι λέγεται, ἀλλ’ οὐκ ἐπεξελεύσομαι.547

134

Phryn., ecl. § 52, p. 144 Ruth. (p. 69 Lob.) κορυφαιό‐ τατος· ἐνεκαλυψάμην εὑρὼν παρὰ Φαβωρίνῳ. λέγε οὖν κορυ‐
φαῖον.548

135

Phryn., ecl. § 147, p. 254 Ruth. (p. 170 Lob.) αἱ νῆες ἐρεῖς, οὐχ αἱ ναῦς· σόλοικον γάρ· ἥμαρτον μέντοι Φαβωρῖνος, Πολέ‐ μων καὶ Σύλλας, αἱ ναῦς εἰπόντες.

136

Phryn., ecl., p. 443 Lob. 〈 〉ενιτεῦσαι· ἰδεῖν δεῖ εἰ Φαβωρῖνος χρώμενος οὐκ ὀρθῶς χρῆται.

137

Phryn., ecl. § 221, p. 317 Ruth. (p. 245 Lob.) προαλῶς· τοῦτο δοκεῖ μοι γυναικῶν εἶναι τοὔνομα. ἀνιῶμαι δὲ ὅτι ἀνὴρ λόγου ἄξιος κέχρηται αὐτῷ Φαβωρῖνος. τοῦτο μὲν οὖν ἀποδιαπεμπώμεθα, ἀντ’ αὐτοῦ δὲ λέγωμεν προπετῶς.
5Thomas Mag. s. v. προπετῶς δόκιμον· προαλῶς δὲ μόνος
Φαβωρῖνος λέγει καὶ Συνέσιος (ep. 143). ἀδοκίμως.549

138

Phryn., ecl. § 197, p. 297 Ruth. (p. 220 Lob.) προσδεῖσθαι λέγε, ἀλλὰ μὴ προσδέεσθαι διαιρῶν, ὡς Φαβωρῖνος λέγων ἁμαρτάνει.

139

Phryn., ecl. § 189, p. 293 Ruth. (p. 215 Lob.) σταθερὸς ἄνθρωπος· οὕτως οὐ χρῶνται οἱ ἀρχαῖοι, ἀλλὰ σταθερὰ μὲν μεσημβρία λέγουσι καὶ σταθερὰ γαλήνη, σταθερὸς δὲ ἄνθρωπος οὐδαμῶς, ἀλλ’ ἐμβριθής. οὐ καλῶς οὖν Φαβωρῖνος σταθερὸς ἄν‐
5θρωπος εἶπεν.

140

Phryn., ecl. § 215, p. 312 Ruth. (p. 238 Lob.) στατὸς ὁ τῶν αὐλητῶν χιτὼν οὐ λέγεται, ὡς Φαβωρῖνος, ἀλλ’ ὀρθοστάδιος
χιτών.550

141

Phryn., ecl. § 213, p. 311 Ruth. (p. 237 Lob.) ὑστερί‐ ζειν τῷ καιρῷ οὐ λέγεται, ἀλλ’ ὑστερίζειν τοῦ καιροῦ. Φα‐
βωρῖνος δὲ οὐχ ὑγιῶς κατὰ δοτικὴν συντάττει.551